Sextus adv. math. IX 13. τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Diog. Laërt. VII 39. Τριμερῆ φασίν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. Οὕτω δὲ πρῶτος διεῖλε Ζήνων —  — καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ λόγου καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν. —  — ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὕδρομος εδη. ἄλλοι γένη. Sextus adv. math. VII 16. οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· —  — ῥητότατα δὲ οἱ περὶ Ξενοκράτην καὶ οἱ ἀπὸ τοῦ περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως. ἐνθένδε πιθανῶς ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ, ἵνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν. οἱ δὲ ὠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά, τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά (ὁ δὲ Ποσειδώνιος, ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζῴῳ μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν, ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν). Diog. Laërt. VII 40. εἰκάζουσι δὲ ζῴῳ τὴν φιλοσοφίαν, ὀστοῖς μὲν καὶ νεύροις τὸ λογικὸν προσομοιοῦντες, τοῖς δὲ σαρκωδεστέροις τὸ ἠθικόν, τῇ δὲ ψυχῇ τὸ φυσικόν· ἢ πάλιν ὠῷ· τὰ μὲν γὰρ ἐκτὸς εἶναι τὸ λογικόν, τὰ δὲ μετὰ ταῦτα τὸ ἠθικόν, τὰ δ’ ἐσωτάτω τὸ φυσικόν· ἢ ἀγρῷ παμφόρῳ· οὗ τὸν μὲν περιβεβλημένον φραγμὸν τὸ λογικόν, τὸν δὲ καρπὸν τὸ ἠθικόν, τὴν δὲ γῆν ἢ τὰ δένδρα τὸ φυσικόν· ἢ πόλει καλῶς τετειχισμένῃ καὶ κατὰ λόγον διοικουμένῃ. Philo de agricultura § 14 Vol. II p. 97, 24 Wendl. Τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δὲ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ —  — (quod ceteris partibus praesidio est) § 16. τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην —  — ἀναιρῇ, διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται, ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιΐας —  — χαρακτῆρας. Origenes comment. in Matthaeum Vol. III p. 778 Delarue. καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν· τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν· τὸν δὲ λογικὸν τόπον (καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς) τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν etc.