<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="221"><p rend="indent">Sextus adv. math. VIII 244. βραχέα δ’ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ’ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἁπασῶν ὑπάρχειν —  — τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἤ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ φεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές. ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ <q>⟨εἰ⟩ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος</q>, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ <q>εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ</q>, ἀπὸ ψεύδους δὲ ἐπ’ ἀληθὲς τό <q>εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ</q>, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ <q>εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος</q> μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ. τεσσάρων οὖν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, —  — κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι － καθ' ἕνα δὲ μόνον <pb facs="stoicorumveterum02arniuoft_0083"/> γίνεσθαι ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ’ ἐν τῷ ὑγιεῖ· εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ’ ἐπεὶ οὐχ ἓν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ’ ἀληθοῦς ἀρχόμενον καὶ ἐπ’ ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, σκεπτέον πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί. οὐκοῦν εἰ τὸ σημεῖον ἀληθὲς εἶναι δεῖ καὶ ἀληθοῦς παραστατικόν, οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἀρχομένῳ καὶ ἐπὶ ψεῦδος λήγοντι οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ὑποκείσεται. λείπεται οὖν ⟨ἐν⟩ ἐκείνῳ μόνον αὐτὸ τυγχάνειν τῷ ἀπὸ τοῦ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ὡς ἂν καὶ αὐτοῦ ὑπάρχοντος καὶ τοῦ σημειωτοῦ συνυπάρχειν ὀφείλοντος αὐτῷ. τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἶναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι. － καὶ μὴν οὐκ εἴτι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον· (sequitur exemplum) δεῖ ἄρα τὸ σημεῖον —  — καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἷόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνημμένοις <q>εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε</q> καὶ <q>εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος</q>. τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς —  — λῆγον δ’ ἐπ’ ἀληθές —  — μετὰ τοῦ ἐκκαλυπτικὸν εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα. Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὡς ἐπὶ τοῦ <q>εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος</q>. εἰ μὲν γάρ οὐλὴν ἔχει, παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γάρ ἐστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὡς τὸ περιεχόμενον τῷ τοιούτῳ συνημμένῳ <q>εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος</q>. τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν· ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες ὅτι ἄλλ’ ἐστι τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ τὸ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ － τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον ἀξίωμα καθεστηκὸς ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ <q>εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος</q>, ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές. ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπ’ ἀληθές, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστί σημεῖον. Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας etc. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="222"><p rend="indent">Sextus adv. math. VIII 177. τῶν μὲν αἰσθητὸν ὑπολαμβανόντων τοῦτο (scil. τὸ σημεῖον) εἶναι, τῶν δὲ νοητόν. Ἐπίκουρος μὲν γὰρ καὶ οἱ προεστῶτες αὐτοῦ τῆς αἱρέσεως ἔλεξαν αἰσθητὸν εἶναι τὸ σημεῖον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς νοητόν. <pb facs="stoicorumveterum02arniuoft_0084"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="223"><p rend="indent">Sextus adv. math. VIII 275. οἱ δὲ δογματικοὶ πρὸς ἕκαστον μὲν τῶν οὕτως ἐπικεχειρημένων (argumenta scil. quibus sceptici probabant nullum esse σημεῖον) πεφίμωνται, τοὐναντίον δὲ κατασκευάζοντές φασιν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ (ἐφαντασιοῦτο γὰρ κἀκεῖνα) ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν· καὶ γὰρ αὐτὸ τὸ σημεῖόν ἐστι τοιοῦτον <q>εἰ τόδε, τόδε</q>. ἕπεται ἄρα τῇ φύσει καὶ κατασκευῇ τἀνθρώπου τὸ καὶ σημεῖον ὑπάρχειν. － συνωμολόγηταί τε ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι. δηλωτικὴ γάρ ἐστι τοῦ συμπεράσματος, καὶ ἔσται ἡ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκὴ σημεῖον τοῦ ὑπάρχειν τὸ συμπέρασμα. οἷον ἐπὶ τῆς τοιαύτης <q>εἰ ἔστι κίνησις, ἔστι κενόν· ἔστι δὲ κίνησις· ἔστιν ἄρα κενόν</q> τὸ τοιοῦτον συμπεπλεγμένον <q>εἰ ἔστι κίνησις, ἔστι κενόν ⟨καὶ ἔστι κίνησις⟩</q>, διὰ τῶν λημμάτων συμπεπλεγμένον, εὐθὺς καὶ σημεῖόν ἐστι τοῦ συμπεράσματος τοῦ <q>ἔστι κενόν</q>. ἤτοι οὖν ἀποδεικτικοί εἰσι λόγοι, φασίν, οἱ κατὰ τοῦ σημείου κομισθέντες ὑπὸ τῶν ἀπορητικῶν ἢ οὐκ ἀποδεικτικοί. καὶ εἰ μὲν οὔκ εἰσιν ἀποδεικτικοί, ἄπιστοι καθεστᾶσιν, ὅπου γε καὶ ἀποδεικτικοὶ τυγχάνοντες μόλις ἂν ἐπιστεύθησαν· εἰ δὲ ἀποδεικτικοί, δῆλον ὅτι ἔστι τι σημεῖον· ἡ γὰρ ἀπόδειξις σημεῖον ἦν κατὰ τὸ γένος. － εἴπερ δὲ οὐδὲν οὐδενός ἐστι σημεῖον, ἤτοι σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου ἐκφερόμεναι φωναὶ ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν οὐδὲν, οὐδὲ τὴν τοῦ σημείου ὕπαρξιν ἀνελοῦσιν· πῶς γὰρ οἷόν τε τὰς μηδὲν σημαινούσας πιστεύεσθαι περὶ τοῦ μηδὲν εἶναι σημεῖον; εἰ δὲ σημαίνουσι, μάταιοι καθεστᾶσιν οἱ ἀπὸ τῆς σκέψεως, λόγῳ μὲν ἐκβάλλοντες τὸ σημεῖον, ἔργῳ δὲ τοῦτο παραλαμβάνοντες. － καὶ μὴν εἰ μηδέν ἐστι θεώρημα τέχνης ἴδιον, οὐ διοίσει τῆς ἀτεχνίας ἡ τέχνη· εἰ δ’ ἔστι θεώρημα τέχνης ἴδιον, ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον· ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴη· τὰ γὰρ φαινόμενα πᾶσιν ὁμοίως καὶ ἀδιδάκτως φαίνεται. εἰ δὲ ἄδηλον τυγχάνει, διὰ σημείου θεωρηθήσεται. εἰ δὲ ἔστι τι διὰ σημείου θεωρούμενον, ἔσται τι καὶ σημεῖον. Τινὲς δὲ καὶ οὕτω συνερωτῶσιν <q>εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον· εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον. ἤτοι δ’ οὐδέν ἐστι σημεῖον ἢ ἔστιν· ἔστιν ἄρα</q>. (cetera § 281-284 non opus est exscribere). </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="224"><p rend="indent">Sextus adv. math. XI 8. τὸν γὰρ ὅρον φασὶν οἱ τεχνογράφοι ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ εἰπὼν <q>ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν</q> τῷ εἰπόντι <q>εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν</q> τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον. καὶ ὅτι τοῦτο, συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ <pb facs="stoicorumveterum02arniuoft_0085"/> ἀποδιδομένου πράγματος διήκειν, οἶον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος. ἀλλὰ γὰρ ὡς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά, ὧδε καὶ ἡ τέλειος, φασί, διαίρεσις, δύναμιν ἔχουσα καθολικήν, συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος <q>τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι</q> ἴσον τι λέγει τῷ <q>εἴ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἢ βάρβαροι</q>. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν. διόπερ καὶ τὸ οὕτω λεγόμενον <q>τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δέ τούτων μεταξύ</q> δυνάμει κατὰ τὸν Χρύσιππον τοιοῦτόν ἐστι καθολικόν <q>εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα</q>. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="225"><p rend="indent">Simplicius in Arist. categ. f. 16 B. ed. Bas. καὶ τοῦ μὲν ὀνόμάτος τὸ συνῃρημένον ἤ, ὡς οἱ Στωϊκοί φασι, τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον etc. </p></div></div></body></text></TEI>