<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="206a"><p rend="indent">Dionysius Halicarn. de compos. verb. p. 31. Re. Ἔγωγ’ οὖν ὅτε διέγνων συντάττεσθαι ταύτην τὴν ὑπόθεσιν, ἐζήτουν εἴ τι τοῖς πρότερον εἴρηται περὶ αὐτῆς, καὶ μάλιστα τοῖς ἀπὸ τῆς Στοᾶς φιλοσόφοις εἰδὼς τοὺς ἄνδρας οὐ μικρὰν φροντίδα τοῦ λεκτικοῦ τόπου πεποιημένους. δεῖ γὰρ αὐτοῖς τἀληθῆ μαρτυρεῖν. οὐδαμῆ δ’ οὐδὲν ὑπ’ οὐδενὸς εὑρὼν τῶν ὀνόματος ἠξιωμένων οὔτε μεῖζον οὔτ’ ἔλαττον συναχθὲν εἰς ἣν ἐγὼ προῄρημαι πραγματείαν, ἃς δὲ Χρύσιππος καταλέλοιπε συντάξεις διττάς, ἐπιγραφὴν ἐχούσας <q>Περὶ τῆς συντάξεως τῶν τοῦ λόγου μερῶν</q> οὐ ῥητορικὴν θεωρίαν ἐχούσας, ἀλλὰ διαλεκτικήν, ὡς ἴσασιν οἱ τὰς βίβλους ἀνεγνωκότες, ὑπὲρ ἀξιωμάτων συντάξεως, ἀληθῶν τε καὶ ψευδῶν καὶ δυνατῶν καὶ ἀδυνάτων, ἐνδεχομένων τε καὶ μεταπιπτόντων καὶ <pb facs="stoicorumveterum02arniuoft_0078"/> ἀμφιβόλων καὶ ἄλλων τινῶν τοιουτοτρόπων, οὐδεμίαν οὔτε χρείαν οὔτ’ ὠφέλειαν τοῖς πολιτικοῖς λόγοις συμβαλλομένων, εἰς γοῦν ἡδονὴν ἢ κάλλος ἑρμηνείας, ὧν δεῖ στοχάζεσθαι τὴν σύνθεσιν· ταύτης μὲν τῆς πραγματείας ἀπέστην. 
<lb/>Huc pertinent ex libris Chrysippi: 
<lb/>Περὶ τῶν οὐχ ἁπλῶν ἀξιωμάτων αʹ. 
<lb/>Περὶ τοῦ συμπεπλεγμένου πρὸς Ἀθηνάδην βʹ. 
<lb/>Περὶ ἀληθοῦς διεζευγμένου πρὸς Γοργιππίδην αʹ. 
<lb/>Περὶ ἀληθοῦς συνημμένου πρὸς Γοργιππίδην δʹ. 
<lb/>Πρὸς τὸ περὶ ἀκολούθων αʹ. 
<lb/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="207"><p rend="indent">Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ <q>εἰ</q> συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον <q>εἰ ἡμέρα ἐστί, φῶς ἐστι</q>. (Deinde definitur τὸ παρασυνημμένον, ὡς ὁ Κρίνις φησίν ἐν τῇ διαλεκτικῇ τέχνῃ). 72. συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον <q>καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι</q>. διεζευγμένον δέ ἐστιν, ὃ ὑπὸ τοῦ <q>ἤτοι</q> διαζευκτικοῦ συνδέσμου διέζευκται, οἶον, <q>ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν</q>. ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ <q>διότι</q>, οἷον <q>διότι ἡμέρα ἐστί, φῶς ἐστίν</q>. οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ ⟨<q>ἢ</q>⟩ μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον <q>μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν</q>. διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον <q>ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν</q>. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="208"><p rend="indent">Galenus introductio dialectica 4 p. 10, 13 Kalbfl. εἰ δὲ ἐφ’ ἑτέρων λέγοιτο ⟨ἡ⟩ φωνὴ, ⟨ἂ⟩ μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην ἀποφατικήν, συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον ἀξίωμα, καθάπερ ἐπὶ τοῦ <q>Δίων περιπατεῖ καὶ Θέων διαλέγεται</q>. ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν ἔχοντα κατὰ συμπλοκὴν <pb facs="stoicorumveterum02arniuoft_0079"/> ἑρμηνεύεται. διὸ κἀπειδὰν ἀποφάσκωμεν αὐτά, τὸν λόγον ἐκεῖνον ἤτοι γε ἀποφατικὴν συμπλοκὴν ἢ ἀποφατικὸν εἷναι συμπεπλεγμένον φήσομεν· οὐδὲν γὰρ πρὸς τὸ παρὸν διαφέρει συμπεπλεγμένον λέγειν ἀποφατικὸν ἢ συμπλοκήν. —  — ἀλλ’ οἱ περὶ Χρύσιππον, κἀνταῦθα τῇ λέξει μᾶλλον ἢ τοῖς πράγμασι προσέχοντες τὸν νοῦν, ἅπαντα τὰ διὰ τῶν συμπλεκτιαῶν καλουμένων συνδέσμων συνιστάμενα κἂν ἐκ μαχομένων ἢ ἀκολούθων, συμπεπλεγμένα καλοῦσιν, ἐν οἷς μὲν ἔγκειταί τις ἀκρίβεια διδασκαλίας, ἀμελῶς χρώμενοι τοῖς ὀνόμασιν, ἐν οἷς δὲ οὐδὲν διαφέρον αἱ φωναὶ σημαίνουσιν, αὐτοὶ νομοθετοῦντες ἴδια σημαινόμενα etc. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="209"><p rend="indent">Dexippus in Aristot. categ. p. 22, 18 Busse. φαμὲν δὴ ὅτι οἱ μόνην συμπλοκὴν τὴν μετὰ συμπλεκτικοῦ συνδέσμου προφορὰν λέγοντες τοῖς Στωϊκοῖς ἐπακολουθοῦσιν, ὧν ἀρχαιότερος Ἀριστοτέλης καὶ τῇ τῶν πρεσβυτέρων συνηθείᾳ χρώμενος, οἵτινες τὴν τῶν πλειόνων μερῶν τοῦ λόγου σύνοδον συμπλοκὴν ὠνόμαζον. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="210"><p rend="indent">Plutarchus de Stoic. repugn. cp. 29 p. 1047c. Ἀλλὰ μὴν αὐτὸς (sc. Chrysippus) τὰς διὰ δέκα ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ὑπερβάλλειν ἑκατὸν μυριάδας, οὔτε δι’ αὑτοῦ ζητήσας ἐπιμελῶς οὔτε διὰ τῶν ἐμπείρων τὸ ἀληθὲς ἱστορήσας etc. —  — Χρύσιππον δὲ πάντες ἐλέγχουσιν οἱ ἀριθμητικοί. ὧν καὶ Ἵππαρχός ἐστιν, ἀποδεικνύων τὸ διάπτωμα τοῦ λογισμοῦ παμμέγεθες αὐτῷ γεγονός· εἴγε τὸ μὲν καταφατικὸν ποιεῖ συμπεπλεγμένων ἀξιωμάτων μυριάδας δέκα, καὶ πρὸς ταύταις τρισχίλια τεσσαράκοντα ἐννέα, τὸ δ’ ἀποφατικὸν ἐννακόσια πεντήκοντα δύο πρὸς τριάκοντα καὶ μιᾷ μυριάσι. Cf. Plut. Quaest. Conviv. VIII 9, ubi eadem fere verba recurrunt. </p></div></div></body></text></TEI>