Diocles Magnes apud Diog. Laërt. VII 68. τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ἀθηνόδωρον καὶ Ἀντίπατρον καὶ Κρίνιν· ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου [ἢ ἐξ ἀξιωμάτων], οἶον τὸ ἡμέρα ἐστίν . οὐχ ἁπλᾶ δέ ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων, ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον εἰ ἡμέρα ἐστίν, ⟨ἡμέρα ἐστίν⟩ . ἐξ ἀξιωμάτων δέ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστί . Diocles Magnes apud Diog. Laërt. VII 69. ἐν δὲ τοῖς ἁπλοῖς ἀξιώμασίν ἐστι τὸ ἀποφατικὸν καὶ τὸ ἀρνητικὸν καὶ τὸ στερητικὸν καὶ τὸ κατηγορικὸν καὶ τὸ καταγορευτικὸν καὶ τὸ ἀόριστον. —  — ⟨καὶ ἀποφατικὸν μὲν⟩ οἷον οὐχὶ ἡμέρα ἐστίν . εἶδος δὲ τούτου τὸ ὑπεραποφατικόν. ὑπεραποφατικὸν δέ ἐστιν ἀποφατικὸν ἀποφατικοῦ, οἷον οὐχὶ ἡμέρα ⟨οὐκ⟩ ἔστι . τίθησι δὲ τὸ ἡμέρα ἐστίν . ἀρνητικὸν δέ ἐστι τὸ συνεστὸς ἐξ ἀρνητικοῦ μορίου καὶ κατηγορήματος, οἷον οὐδεὶς περιπατεῖ . στερητικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ στερητικοῦ μορίου καὶ ἀξιώματος κατὰ δύναμιν, οἷον ἀφιλάνθρωπός ἐστιν οὗτος . κατηγορικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς καὶ κατηγορήματος, οἷον Δίων περιπατεῖ . καταγορευτικὸν δέ ἐστι τὸ συνεστὸς ἐκ πτώσεως ὀρθῆς δεικτικῆς καὶ κατηγορήματος, οἷον οὗτος περιπατεῖ . ἀόριστον δέ ἐστι τὸ συνεστὸς ἐξ ἀορίστου μορίου ἢ ἀορίστων μορίων ⟨καὶ κατηγορήματος⟩, οἷον τὶς περιπατεῖ , ἐκεῖνος κινεῖται . [Apuleius] περὶ ἑρμηνείας 266 (p. 2, 9 Goldb.). aliae dedicativae sunt (scil. propositiones) quae dedicant aliquid de quopiam, ut virtus bonum est —  — aliae abdicatiae, quae abdicant aliquid de quopiam, ut voluptas non est bonum —  — at Stoici hanc quoque dedicativum putant, cum inquiunt: evenit cuidam voluptati bonum non esse; ergo dedicat, quid evenerit ei, id est, quid sit. idcirco dedicativa, inquiunt, est, quia et in quo negavit esse, dedicat id, quod non videtur esse . Solum autem abdicativum vocant, cui negativa particula praeponitur. Cf. Boëth. ad Arist. de interpr. p. 383 ed. Bas. Sextus adv. math. VIII 93. τῶν ἀξιωμάτων πρώτην σχεδὸν καὶ κυριωτάτην ἐκφέρουσι διαφορὰν οἱ διαλεκτικοί, καθ’ ἣν τὰ μέν ἐστιν αὐτῶν ἀπλᾶ, τὰ δ’ οὐχ ἀπλᾶ. καὶ ἁπλᾶ μὲν ὅσα μήτ’ ἐξ ἑνὸς ἀξιώματος δὶς λαμβανομένου συνέστηκεν, μήτ’ ἐξ ἀξιωμάτων διαφερόντων διὰ τινὸς ἢ τινῶν συνδέσμων. —  — 94 ἀπλᾶ λέγεται ἀξιώματα, ἐπεὶ οὐκ ἐξ ἀξιωμάτων συνέστηκεν ἀλλ' ἐξ ἄλλων τινῶν. —  — 95 οὐχ ἁπλᾶ δὲ ἐτύγχανε τὰ οἷον διπλᾶ, καὶ ὅσα δ’ ἐξ ἀξιώματος δὶς λαμβανομένου ἢ ἐξ ἀξιωμάτων διαφερόντων συνέστηκε διὰ συνδέσμου τε ἢ συνδέσμων, οἷον εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστιν· εἰ νύξ ἐστι, σκότος ἐστίν· καὶ [εἰ] ἡμέρα ἐστὶ καὶ φῶς ἐστιν· ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν . 96 τῶν δὲ ἁπλῶν τινὰ μὲν ὡρισμένα ἐστίν, τινὰ δὲ ἀόριστα, τινὰ δὲ μέσα· ὡρισμένα μὲν τὰ κατὰ δεῖξιν ἐκφερόμενα, οἷον οὗτος περιπατεῖ, οὗτος κάθηται . δείκνυμι γάρ τινα τῶν ἐπὶ μέρους ἀνθρώπων. ἀόριστα δέ ἐστι κατ’ αὐτοὺς ἐν οἷς ἀόριστόν τι κυριεύει μόριον, οἷον τὶς κάθηται , μέσα δὲ τὰ οὕτως ἔχοντα ἄνθρωπος κάθηται ἢ Σωκράτης περιπατεῖ . τὸ μὲν οὖν τὶς περιπατεῖ ἀόριστόν ἐστιν, ἐπεὶ οὐκ ἀφώρικέ τινα τῶν ἐπὶ μέρους περιπατούντων· κοινῶς γὰρ ἐφ’ ἑκάστου αὐτῶν ἐκφέρεσθαι δύναται· τὸ δὲ οὗτος κάθηται ὡρισμένον ἐστίν, ἐπείπερ ἀφώρικε τὸ δεικνύμενον πρόσωπον. τὸ δὲ Σωκράτης κάθηται μέσον ὑπῆρχεν, ἐπείπερ οὔτε ἀόριστόν ἐστιν, ἀφώρικε γὰρ τὸ εἶδος, οὔτε ὡρισμένον, οὐ γὰρ μετὰ δείξεως ἐκφέρεται, ἀλλ’ ἔοικε μέσον ἀμφοτέρων ὑπάρχειν, τοῦ τε ἀορίστου καὶ τοῦ ὡρισμένου· γίνεσθαι δέ φασι τὸ ἀόριστον ἀληθές - ὅταν τὸ ὡρισμένον ἀληθὲς εὑρίσκηται. - 100 καὶ δὴ τὸ ὡρισμένον τοῦτο ἀξίωμα, τὸ οὗτος κάθηται ἢ οὗτος περιπατεῖ , τότε φασὶν ἀληθὲς ὑπάρχειν ὅταν τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβήκῃ τὸ κατηγόρημα, οἷον τὸ καθῆσθαι ἢ τὸ περιπατεῖν. Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 1299, 36 Diels. ἐκ δὴ τούτων τῶν λόγων, φησὶν ὁ Ἀλέξανδρος, δυνατὸν ὁρμώμενον δεικνύναι τὰ παρὰ τοῖς Στωϊκοῖς ἀξιώματα, ἃ μεταπίπτοντά τινες λέγουσιν ἀπεριγράφως, μὴ ὄντα τοιαῦτα· ἔστι δὲ ταῦτα τοιαῦτα· εἰ ζῇ Δίων, ζήσεται Δίων . τοῦτο γὰρ εἰ καὶ ἀληθές ἐστι νῦν, ἀρχόμενον ἀπὸ ἀληθοῦς τοῦ ζῇ Δίων καὶ λῆγον εἰς ἀληθὲς τὸ ζήσεται , ἀλλ’ ἔσται ποτέ, ὅτε τῆς προσλήψεως ἀληθοῦς οὔσης τῆς ἀλλὰ μὴν ζῇ Δίων μεταπεσεῖται τὸ συνημμένον εἰς ψεῦδος τῷ ἔσεσθαί ποτε, ὅτε ἀληθοῦς ὄντος ἔτι τοῦ ζῇ Δίων οὐκ ἔσται ἀληθὲς τὸ καὶ ζήσεται , οὗ μὴ ὄντος ἀληθοῦς τὸ ὅλον συνημμένον γίνοιτο ἂν ψεῦδος μεταπῖπτον· οὐ γὰρ ἀεί, ὅτε τὸ ζῇ ἀληθές, καὶ τὸ ζήσεται , ἐπεὶ οὕτως ἀθάνατος ἂν εἴη ὁ Δίων. οὐ μὴν ἔσται ὁρίσαντας εἰπεῖν, πότε· οὐκ ἀληθὲς ἔσται ζῶντος αὐτοῦ τὸ ζήσεται . διὸ καὶ ἐν ἀπεριγράφῳ καὶ ἀορίστῳ χρόνῳ λέγουσι γίνεσθαι τὴν τῶν τοιούτων ἀξιωμάτων μετάπτωσιν.