Scholia Hesiod. Theog. v. 463. τῷ ἐρωτήματι συμβολικῶς ἕπεται ἡ ἀπόκρισις, τῷ πύσματι δὲ διεξοδικῶς. Alexander in Aristot. Topica p. 539, 17. καὶ γὰρ ἐν ἐκείνῳ εἶπε (scil. Aristoteles in Top. lib. I) μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις. Simplicius in Aristot. categ. f. 103 A. ed. Bas. χωρὶς δὲ τούτων, φασί, πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσι τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· οὐ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψευδές, ἀλλ’ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός· ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μωμίμῳ (sic!) οὔτε ἀληθές ἐστιν οὔτε ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν· ἀλλ’ αὗται μὲν ἀπὸ τῆς Στωϊκῆς ἀκριβείας ἔστωσαν αἱ λύσεις. Ex Chrysippi libris ad hanc paragraphum pertinent: περὶ ἀξιωμάτων αʹ περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα γʹ περὶ τῆς διαφορᾶς τῶν ἀορίστων δʹ περὶ δυνατῶν πρὸς Κλεῖτον δʹ περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ. Diocles Magnes apud Diog. Laërt. VII 65. ἀξίωμα δέ ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· ἢ πρᾶγμα αὐτοτὲς ἀποφαντὸν ὅσον ἐφ’ ἑαυτῷ ὡς ὁ Χρύσιππός φησιν ἐν τοῖς διαλεκτικοῖς ὅροις ἀξίωμά ἐστι τὸ ἀποφαντὸν ἢ καταφαντὸν ὅσον ἐφ’ ἑαυτῷ οἱον 'ἡμέρα ἐστί’ 'Δἱων περιπατεῖʼ· ῶνόμασται δὲ τὸ ἀξιωμα ἀπὸ τοῦ ἀξιοῦσθαι ἢ ἀθετεῖσθαι. ὁ γὰρ λέγων ἡμέρα ἐστῖν ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔσης μὲν οὖν ἡμέρασ ἀληθὲς γίνεται τὸ προκείμενον ἀξίωμα, μὴ οὔσης δὲ φεῦδος. Gellius Noct. Att. XVI 8, 1. Cum in disciplinas dialecticas induci atque imbui vellemus, necessus fuit adire atque cognoscere quas vocant dialectici εἰσαγωγάς. Tum quia in primo περὶ ἀξιωμάτων discendum. —  — 4. redimus igitur necessario ad graecos libros. Ex quibus accepimus ἀξίωμα esse his verbis: λεκτὸν αὐτοτελὲς ἀπόφαντον ὅσον ἐφ’ αὑτῷ. —  — 8. et omnino quicquid ita dicitur plena atque perfecta verborum sententia, ut id necesse sit aut verum aut falsum esse, id a dialecticis ἀξίωμα appellatum est. —  —