<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="185"><p rend="indent">Simplicius in Aristot. categ. f. 84 Δ ed. Bas. Παρατηρεῖν δὲ δεῖ καὶ πότε ὀρθόν ἐστι καὶ πότε ὕπτιον τὸ ἐνέργημα ἢ πάθος. αὐτίκα τὸ μὲν λυπεῖν ὀρθὸν τοῖς πολλοῖς δοκεῖ, τὸ δὲ λυπεῖσθαι ὕπτιον. οὐ μὴν ἀεὶ τοῦτο συμβαίνει, ὥσπερ ἐπὶ τοῦ τύπτοντος καὶ τυπτομένου· ἐνδέχεται γὰρ μὴ ἀεὶ συνεῖναι τὸν λυποῦντα, οἷον τὸν ἀποθανόντα υἱόν, εἰ ἐπ’ αὐτῷ τις λυποῖτο· ἐνδέχεται δὲ καὶ μὴ λυπεῖσθαι, εἰ μὴ ἄρα ἡ φαντασία, ποιητικὸν οὖσα καὶ αὐτὴ αἴτιον, ἐπιμένει. ἔστι δ’ ὅταν καὶ παυσαμένου τοῦ ποιοῦντος πάσχει τὸ πάσχον, ἐπιμενούσης τῆς διαθέσεως, ὡς ἐπὶ τοῦ ὑπὸ πυρὸς θερμαινομένου καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ πυρὸς ἔτι πάσχοντος τὸ θερμαίνεσθαι· διττὸν γὰρ τὸ πάσχειν, τὸ μὲν τῷ ποιεῖν συνηρτημένον, τὸ δὲ κατὰ τὴν διάθεσιν θεωρούμενον. ἴσως δὲ καὶ ἐνταῦθα ἔνδον συνέζευκται τὸ ποιοῦν, ἤτοι ἡ φαντασία ἢ τὸ ἔξωθεν ἐγγενόμενον πῦρ. τοῖς οὖν πράγμασιν ἀλλ’ οὐ ταῖς λέξεσιν ἐν τῇ τούτων ἐπικρίσει ἀκολουθεῖν καλόν. πολλὴ δὲ ἡ τῶν τοιούτων ἐξεργασία παρὰ τοῖς Στωϊκοῖς· ὧν ἐφ’ ἡμῶν καὶ ἡ διδασκαλία καὶ τὰ πλεῖστα τῶν συγγραμμάτων ἐπιλέλοιπεν. 
<lb/>Scripsit Chrysippus de rebus hac paragrapho tractatis: 
<lb/>περὶ προσταγμάτων βʹ 
<lb/>περὶ ἐρωτήσεως βʹ 
<lb/>περὶ πεύσεως δʹ 
<lb/>ἐπιτομὴ περὶ ἐρωτήσεως καὶ πεύσεως αʹ. 
<lb/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="186"><p rend="indent">Diocles Magnes apud Diog. Laërt. VII 66. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα ⟨καὶ⟩ προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν <pb facs="stoicorumveterum02arniuoft_0071"/>γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον <q>ἇρά γε ἡμέρα ἐστί;</q> τοῦτο δὲ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος· ὥστε τὸ μὲν <q>ἡμέρα ἐστίν</q> ἀξίωμά ἐστι, τὸ δὲ <q>ἆρά γε ἡμέρα ἐστίν;</q> ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, <q>ναί</q>, ἀλλὰ ⟨δεῖ⟩ εἰπεῖν <q>οἰκεῖ ἐν τῷδε τῷ τόπῳ</q>. προστακτικὸν δέ ἐστι πρᾶγμα, ὃ λέγοντες προστάσσομεν, οἷον· (fr. trag. adesp. 144 N) <q>σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς</q>. ὁρκικὸν **** ⟨προσαγορευτικὸν⟩ δέ ἐστι πρᾶγμα, ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον <q>Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγαμέμνον</q>. ὅμοιον δέ ἐστιν ἀξιώματι, ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον· <q>καλός γ’ ὁ παρθενών</q>. <q>ὡς Πριαμίδησιν ἐμφερὴς ὁ βουκόλος</q> (frg. trag. adesp. 109) ἔστι δὲ καὶ ἐπαπορητικόν τι πρᾶγμα διενηνοχὸς ἀξιώματος, ὃ εἰ λέγοι τις, ἀποροίη ἂν· (Menandri fr. 281, 9 Kock) <q>ἆρ’ ἔστι συγγενές τι λύπη καὶ βίος;</q> οὔτε δὲ ἀληθῆ ἐστιν οὔτε ψευδῆ τὰ ἐρωτήματα καὶ τὰ πύσματα καὶ τὰ τούτοις παραπλήσια, τῶν ἀξιωμάτων ἢ ἀληθῶν ἢ ψευδῶν ὄντων. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="187"><p rend="indent">Sextus adv. math. VIII 70. αὐτίκα γὰρ － ἠξίουν οἱ Στωϊκοὶ κοινῶς ἐν λεκτῷ τὸ ἀληθὲς εἶναι καὶ τὸ ψεῦδος. λεκτὸν δὲ ὑπάρχειν φασὶ τὸ κατὰ λογικὴν φαντασίαν ὑφιστάμενον· λογικὴν δὲ εἶναι φαντασίαν καθ’ ἣν τὸ φαντασθὲν ἔστι λόγῳ παραστῆσαι. τῶν δὲ λεκτῶν τὰ μὲν ἐλλιπῆ καλοῦσι τὰ δὲ αὐτοτελῆ. ὧν τὰ μὲν ἐλλιπῆ παρείσθω νῦν, τῶν δὲ αὐτοτελῶν πλείους εἶναί φασι ⟨διαφοράς⟩. καὶ γὰρ προστακτικὰ καλοῦσί τινα, ἅπερ προστάσσοντες λέγομεν, οἷον <q>δεῦρ’ ἴθι νύμφα φίλη</q> (Il. Γ 30) καὶ ἀποφαντικά, ἅπερ ἀποφαινόμενοί φαμεν, οἷον <q>ὁ Δίων περιπατεῖ</q>, καὶ πύσματα, ἅπερ λέγοντες πυνθανόμεθα, οἷον <q>ποῦ οἰκεῖ Δίων;</q> ὀνομάζεται δέ τινα παρ’ αὐτοῖς καὶ ἀρατικά, ἅπερ λέγοντες ἀρώμεθα <q>ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος</q> (Il. Γ 300) καὶ εὐκτικά, ἅπερ λέγοντες εὐχόμεθα <q>Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε, δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι</q> (Il. H 202). προσαγορεύουσι δέ τινα τῶν αὐτοτελῶν καὶ ἀξιώματα, ἅπερ λέγοντες ἢ ἀληθεύομεν ἢ ψευδόμεθα. ἔστι δέ τινα καὶ πλείονα ἢ ἀξιώματα, οἷον τὸ μὲν τοιοῦτο <q>Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος</q> ἀξίωμά ἐστιν· ἢ γὰρ ἀληθεύομεν λέγοντες αὐτὸ ἢ ψευδόμεθα· τὸ δὲ οὕτως ἔχον <q>ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος</q> πλέον τι ἀξιώματός ἐστι καὶ οὐκ ἀξίωμα. πλὴν ἱκανῆς οὔσης ἐν τοῖς λεκτοῖς διαφορᾶς, ἵνα τι, φασίν, ἀληθὲς ᾖ ἢ ψεῦδος, δεῖ αὐτὸ πρὸ παντὸς λεκτὸν εἶναι, εἶτα καὶ αὐτοτελές, καὶ οὐ κοινῶς ὁποῖον δήποτε οὖν ἀλλ’ ἀξίωμα· μόνον γὰρ τοῦτο, ὡς προεῖπον, λέγοντες ἤτοι ἀληθεύομεν ἢ ψευδόμεθα. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="188"><p rend="indent">Ammonius in Aristot. de interpret. p. 2, 26 Busse. καλοῦσι δὲ οἱ Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη <pb facs="stoicorumveterum02arniuoft_0072"/>σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον· ἴστω νῦν τόδε γαῖα, τὸ δὲ ἐκθετικὸν οἷον <q>ἔστω εὐθεῖα γραμμὴ ἥδε</q>, τὸ δὲ ὑποθετικὸν οἷον <q>ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρας</q> τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους (Menander fr. 855) ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ. —  — πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον· Δᾶος πάρεστι· τί ποτ’ ἐπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="189"><p rend="indent">Ammonius in Aristot. Analyt. pr. p. 2, 3 Wal. ὥστε οὐ περὶ παντὸς λόγου ἐκεῖ διαλαμβάνει, οὔτε περὶ τοῦ εὐκτικοῦ οὔτε περὶ τοῦ προστακτικοῦ οὔτε ἄλλου τινὸς ἤτοι τῶν πέντε κατὰ τοὺς Περιπατητικοὺς ἢ τῶν δέκα κατὰ τοὺς Στωϊκοὺς πλὴν τοῦ ἀποφαντικοῦ. Cf. p. 26, 31. </p></div></div></body></text></TEI>