Simplicius in Aristot. categ. f. 102 Z. ed. Bas. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διϊσχυρίζονται, ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετή, καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ λίθου καὶ ἵππου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν) ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων. ἔσται οὐν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία, εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, ἀλλ’ ἡ οὐ κακία· συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ φαύλοις, ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτὰ καὶ μή. Καὶ τὸ δυοῖν ἐναντίων ὑφ’ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ’ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν (ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστι) καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον. οὕτως μὲν οὖν καὶ παρὰ τοῖς Στωϊκοῖς διώρισται τά τε ἐναντία καὶ τὰ ἀποφατικῶς ἀντικείμενα. Simplicius in Aristot. categ. f. 102 Δ ed. Bas. οἱ γοῦν Στωϊκοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. Bekkeri Anecd. gr. p. 484. μηδὲ τὸ πρὸς τῶν Στωϊκῶν λεγόμενον παραλείπωμεν, παρ’ οἷς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου· καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται· ἡμέρα ἐστὶν ἢ νὺξ ἐστί ἢ φθέγγομαι ἢ σιγῶ καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει etc. Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. ἔστι δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ παρ’ ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἢν Χρύσιππος ἠθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδητος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ στέρησιν γίνεται. οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν, οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἄμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τὸ εἰθισμένον καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὥν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν, ἀλλ’ ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατ’ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκε καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν, ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστι καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου, ὅ μὴ πέφυκεν ἔχειν· οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ἡ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως. καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ/πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασι καὶ ὅτε εἰώθασι καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντίθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν. —  — καὶ τοῦτο δὲ ἰστέον ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ὄψεως. ἐνίοτε δὲ στερητικὰ ὀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον, στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως, οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνήσκειν, εἶτα μὴ ἀποθνήσκοντος, χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχή ἐστι κατὰ τὰς φωνὰς τὰς στερητικάς. διὰ γὰρ τοῦ ᾱ καὶ ᾱν προσαγομένων αὐτῶν, ᾥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσι, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτὰς (sequuntur exempla). πολλῆς δ’ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτήν, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο etc. Cf. f. 102 B. ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν. Simplicius in Aristot. categ. f. 101 E. ed. Bas. ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ’ ὧν τὰ βλέφαρα κέκλεισται. τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν. διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν γίνεται ἡ τοιαύτη μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν. Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. (Jamblichum se exscribere significat ipse S.). καὶ γὰρ καὶ τὸν Χρύσιππον Ἀριστοτέλει ἑπόμενον στερητικὰ λέγειν ταῦτα, ὅσα ἀναιρεῖ παρεμφαίνοντα τὴν τοῦ ἔχειν φύσιν, οὐχ ἀπλῶς, ἀλλ’ ὅταν ἐμφαίνῃ τὸ πεφυκὸς καὶ ὅτε πέφυκεν - καὶ ἀντίκειται τῇ ἀπὸ τοῦ ἔχειν λεγομένῃ ἕξει ἡ στέρησις, καὶ οὐ μόνον ποιοτήτων αἱ στερήσεις, ἀλλὰ καὶ ἐνεργειῶν, ὡς ἡ τυφλότης τῆς τοῦ ὁρᾶν ἐνεργείας καὶ ἡ χωλότης τῆς τοῦ βαδίζειν.