Sextus adv. math. XI 224. τὸ μὲν οὖν σῶμα οὐ διδάσκεται, καὶ μάλιστα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς· λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα, σῶμα δ’ οὐκ ἔστι τὰ λεκτά. Plutarchus de Stoic. repugn. cp. 11 p. 1037 d. Αὐτοί γε μὴν λέγουσι, τοὺς ἀπαγορεύοντας ἄλλο μὲν λέγειν, ἄλλο δ’ ἀπαγορεύειν, ἄλλο δὲ προστάσσειν· ὁ γὰρ λέγων, Μὴ κλέψῃς, λέγει μὲν αὐτὸ τοῦτο, Μὴ κλέψῃς, ἀπαγορεύει δὲ ⟨κλέπτειν, προστάσσει δὲ⟩ μὴ κλέπτειν. Scripsit Chrysippus περὶ ἀποφατικῶν πρὸς Ἀρισταγόραν γʹ et περὶ τῶν κατὰ στέρησιν λεγομένων πρὸς Θέαρον αʹ. Locum περὶ ἐναντίων hic inserui, quia ad λεκτά secundum Stoicos pertinet omnis oppositio. Cf. n. 173: ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται. Praemittenda duxi, quia ad ἐλλιπῆ et αὐτοτελῆ pertinent. Simplicius in Aristot. categ. f. 98 Γ ed. Bas. ἀλλ’ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις, ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. Τῶν γὰρ Στωϊκῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων, σπουδάζουσι δεικνύναι, ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ, ὅ περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστι πλῆθος ἀμήχανον, ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο· καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον. ὅσα δὲ συμφώνως οἱ Στωϊκοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. Ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστὶν ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέρει, ἠθέτηκε τὸν ὅρον ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων, πολυειδῶς βασανίσας αὐτόν. —  — Χρησαμένου δὲ ὅμως τῷ ὅρῳ τούτῳ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μετὰ τοῦ ἐπισημήνασθαι ὅτι παλαιὸς ὁ ὅρος, οἱ ἀπὸ τῆς Στοᾶς παραλαβόντες αὐτὸν ἐχρήσαντο, τὸ μὲν σαθρὸν αὐτοῦ παραδεικνύοντες, πειρώμενοι δὲ ὅμως λύειν τὰ δοκοῦντα ἄτοπα. —  — τούτοις οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐχρήσαντο πᾶσιν καὶ ⟨ἐν⟩ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλει κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ περὶ τῶν ἀντικειμένων συγγράμματι ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις. Simplicius in Aristot. categ. f. 98 E. ed. Bas. καὶ γὰρ καὶ τὰς ἕξεις ἐναντίας ὑπέλαβον, ὡς ἐκεῖνος (scil. Aristoteles), οἷον φρόνησιν ἀφροσύνην, καὶ τὰ κατηγορήματα, ὥσπερ τὸ φρονεῖν καὶ ἀφραίνεῖν, καὶ τὰς μεσότητας, οἷον τὸ φρονίμως ἢ ἀφρόνως. τοὺς μέντοι ποιοὺς καὶ πῶς ἔχοντας οὐκέτι ὑπέλαβον ἐναντίους, ἀλλ’ ἐναντίως ἔχειν, καὶ ⟨οὐ⟩ τοῦτον τούτ{v ἀλλ’ ἀμέσως τὸν φρόνιμον τῷ ἄφρονι λέγουσιν. ἐὰν δέ ποτε καὶ λέγωμεν τοῦτον τούτῳ ἐναντίον εἶναι, ἐπὶ τὰ ἄμεσα ⟨βλέποντες⟩ ποιούμεθα τὴν σημασίαν, ὥς φασι. κυριώτατα μὲν οὖν ἐπὶ τῶν ἕξεων καὶ τῶν σχέσεων καὶ τῶν ἐνεργειῶν καὶ τῶν τούτοις παραπλησίων ἡ ἐναντίωσις θεωρεῖται. δεύτερον δὲ ὡς ἐναντία λέγεται τὰ κατηγορήματα καὶ τὰ κατηγορούμενά πως ἐκείνοις. προσάγει δὲ ἀμῶς γέ πως πρὸς τὰ ἐναντία καὶ τὸ φρονίμως καὶ ἀφρόνως. ὅλως δὲ ἐν τοῖς πράγμασι τὰ ἐναντία θεωρεῖται, καὶ ἡ φρόνησις τῇ ἀφροσύνῃ ἀμέσως οὕτως ἐναντία λέγεται, οὐχ ἥδε τῇδε· τοιαύτης δὲ οὔσης τῆς Στωϊκης διδασκαλίας, ἴδωμεν πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο. Simplicius in Aristot. categ. f. 98 Z. ed. Bas. ὄντος δὲ δυνατοῦ τὸ αὐτὸ καὶ κατ’ ἀσύνθετον φωνὴν εἰπεῖν, οἷον φρόνησιν ἀφροσύνην, καὶ δι’ ὅρου, οἷον ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων καὶ τὴν ἀφροσύνην ἄγνοιαν τῶν αὐτῶν, ζητοῦσι πότερόν ἐστι τὰ κατὰ τὰ ἁπλᾶ μόνον ἢ ⟨καὶ τὰ⟩ κατὰ τοὺς ὅρους ⟨ἐναντία⟩· καὶ ὅ γε Χρύσιππος ἐφίστησι, μήποτε τὰ προσηγορικὰ καὶ ἁπλᾶ μόνον ἐστὶν ἐναντία, τὰ δὲ οὐκ ἔστι. πολλὰ γὰρ ἐν τούτοις συμπεριλαμβάνομεν καὶ μετὰ ἄρθρων καὶ μετὰ συνδέσμων καὶ ἄλλων δὲ μορίων ἐξηγητικῶν ⟨προφέρομεν⟩ ὧν ἕκαστον εἰς τὸν τῶν ἐναντίων λόγον ἀλλοτρίως ἂν παραλαμβάνοιτο· διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον, τὸν δὲ ὅρον τῷ ὅρῳ οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φησιν ἐπ’ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφορὰν καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασι.