Etymologicum Magn. s. v. διδάσκω p. 272, 18. Ἡρωδιανὸς δὲ λέγει ὅτι Χρύσιππος φησὶ παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκειν· τὶ ἀσκῶ, διασκῶ· καὶ ἐπενθέσει τοῦ δ διδάσκω. Etymologicum Magn. s. v. παλαιστή p. 647, 34. Λέγεται σπιθαμὴ παρὰ τὸ ἀποσπασμὸν ποιεῖν, διὰ τὸν ἀποσπασμὸν τὸν ἀπὸ τοῦ μεγάλου δακτύλου, τοῦ ἀντίχειρος, πρὸς τὸ τοῦ μικροῦ ἄκρον. ὡς δὲ Χρύσιππος διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα. Cf. Etymol. Gud. et Or. s. vv. Etymologium Gud. s. v. βάναυσος —  — Χρύσιππος δὲ ἀπὸ τοῦ τεχνίτας (leg. τοῖς τεχνίταις) τὴν πρὸς τὸν βίον ἐγγίνεσθαι καὶ πορίζεσθαι . . . . (excidit substantivum). Varro de lingua lat. VI 11. Aevum ab aetate omnium annorum; hinc aeviteruum, quod factum est aeteruum: quod Graeci αἰῶνα, id ait Chrysippus esse ἀεὶ ὅν. Ammonius in Aristot. de interpr. p. 42, 30 Busse. περὶ τῆς κατ’ εὐθεῖαν γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι, πότερον πτῶσιν αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα, ὡς κατ’ αὐτὴν ἑκάστου τῶν πραγμάτων ὀνομαζομένου, τὰς δὲ ἄλλας πτώσεις ὀνόματος ἀπὸ τοῦ μετασχηματισμοῦ τῆς εὐθείας γινομένας. τῆς μὲν οὖν δευτέρας προΐσταται δόξης ὁ Ἀριστοτέλης —  — τῆς δὲ προτέρας οἱ ἀπὸ τῆς Στοᾶς καὶ ὡς τούτοις ἀκολουθοῦντες οἱ τὴν γραμματικὴν μετιόντες τέχνην. λεγόντων δὲ πρὸς αὐτοὺς τῶν Περιπατητικῶν —  — τὴν εὐθεῖαν κατὰ τίνα λόγον πτῶσιν ὀνομάζειν δίκαιον, ὡς ἀπὸ τίνος πεσοῦσαν; —  — ἀποκρίνονται οἱ ἀπὸ τῆς Στοᾶς ὡς ἀπὸ τοῦ νοήματος τοῦ ἐν τῇ ψυχῇ καὶ αὕτη πέπτωκεν· ὃ γὰρ ἐν ἑαυτοῖς ἔχομεν τοῦ Σωκράτους νόημα δηλῶσαι βουλόμενοι τὸ Σωκράτης ὄνομα προφερόμεθα· καθάπερ οὖν τὸ ἄνωθεν ἀφεθὲν γραφεῖον καὶ ὀρθὸν παγὲν πεπτωκέναι τε λέγεται καὶ τὴν πτῶσιν ὀρθὴν ἐσχηκέναι, τὸν αὐτὸν τρόπον καὶ τὴν εὐθεῖαν πεπτωκέναι μὲν ἀξιοῦμεν ἀπὸ τῆς ἐννοίας, ὀρθὴν δὲ εἶναι διὰ τὸ ἀρχέτυπον τῆς κατὰ τὴν ἐκφώνησιν προφορᾶς.