Diogenes Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνή, κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ Διογενῆς καὶ Ἀντίπατρος καὶ Χρύσιππος ἐν τῇ δευτέρᾳ τῶν φυσικῶν. πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστιν· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκουόυσιν ἀπὸ τῶν φωνούντων. Gellius Noct. Att. V 15. Sed vocem Stoici corpus esse contendunt eamque esse dicunt ictum aëra. Servius ad Verg. Aeneid. II 488. Ferit clamor: secundum philosophos physicos, qui dicunt, vocem corpus esse. Varro de lingua lat. VI 56. Loqui ab loco dictum, quod qui primo dicitur iam fari, vocabula et reliqua verba dicit, ante quam suo quisque loco ea dicere potest. Hunc Chrysippus negat loqui, sed ut loqui: quare ut imago hominis non sit homo, sic in corvis, cornicibus, pueris primitus incipientibus fari, verba nom esse verba, quod non loquantur. Galenus in Hippocr. de humoribus lib. I. Vol. XVI p. 204 K. οὐ ταὐτὸν δέ ἐστι φωνὴ καὶ διάλεκτος καὶ αὐδή, ἀλλ’ ἡ μὲν φωνὴ ἔργον ἐστὶ τῶν φωνητικῶν ὀργάνων, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν πρῶτόν ἐστιν ἡ γλῶττα, ἔπειτα δὲ ἡ ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες. φωνητικὰ δὲ ὄργανά ἐστι λάρυγξ καὶ οἱ κινοῦντες αὐτὸν μύες καὶ νεῦρα, ὅσα τὴν ἐξ ἐγκεφάλου παρακομίζει τούτοις δύναμιν. αὐδὴν δὲ οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ ἐκάλουν, οὔτε ἐκεῖνο μόνον, ὃ διὰ στόματος ἐκπέμπεται, ἐν ᾧ περιέχεται καὶ τὸ κλάειν καὶ τὸ συρίττειν καὶ οἰμώζειν καὶ βήττειν καὶ ὅσα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὠνόμαζον. Idem in Hippocr. Epidem. III Comment. III Vol. XVII 1 p. 757 K. iisdem verbis utitur inde ab αὐδὴν δὲ οὔτε - ὠνόμαζον. Pergit: οὕτω γοῦν καὶ ὁ ποιητής, ἡνίκα ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Ἀὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη (Τ 407). οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ’ ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φασιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας.