Galenus in Hippocr. de med. officina Vol. XVIII B p. 649 K. τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν, ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνώσκομεν, οἷς ἐμπεριέχεται καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπέδειξις. Sextus adv. math. VIII 275. φασὶν ὅτι ἄνθρωπος οὐχὶ τῷ προφορικῷ λόγῳ διαφέρει τῶν ἀλόγων ζῴων (καὶ γὰρ κόρακες καὶ ψιττακοὶ καὶ κίτται ἐνάρθρους προφέρονται φωνάς) ἀλλὰ τῷ ἐνδιαθέτῳ, οὐδὲ τῇ ἁπλῇ μόνον φαντασίᾳ —  — ἀλλὰ τῇ μεταβατικῇ καὶ συνθετικῇ. διόπερ ἀκολουθίας ἔννοιαν ἔχων εὐθὺς καὶ σημείου νόησιν λαμβάνει διὰ τὴν ἀκολουθίαν. Quae hic collacavi supplentur Diogenis Babylonii fragmentis περὶ φωνῆς quae in Vol. III edentur. Cf. Vol. I n. 74. 485. Diocles Magnes apud Diog. Laërt. VII 55. τῆς δὲ διαλεκτικῆς θεωρίας συμφώνως δοκεῖ τοῖς πλείστοις ἀπὸ τοῦ περὶ τῆς φωνῆς ἐνάρχεσθαι τόπου. Scholia Hesiod. Theog. v. 266. Ἶρις δὲ ὁ προφορικὸς λόγος ἀπὸ τοῦ εἴρω τὸ λέγω. Origenes contra Celsum II 72 Vol. I p. 194, 13 Kö. (p. 441 Delarue). οὐδέπω δὲ λέγω ὅτι οὐ πάντως ἐστίν ἀὴρ πεπληγμένος ἢ πληγὴ ἀέρος ἢ ὅτι ποτὲ λέγεται ἐν τοῖς περὶ φωνῆς ἡ ἀναγραφομένη φωνὴ τοῦ θεοῦ. Cf. id. VI 62 (p. 680 Del.) Vol. II p. 132, 16 Kö. Scholia Arati v. 1. οἱ γὰρ Στωϊκοὶ ὑποτίθενται, μᾶλλον δὲ πάντες οἱ ὅρον φωνῆς γράψαντες πεπληγμένον ταύτην ἀέρα καλοῦσιν.