Philodemus de rhetorica Vol. I 10 Sudhaus. ἄ|ξιόν τε ἐπιστῆσαι | μήποτε οὐκ ἀπ(ί)θα(να) | λέγη(ιτ)ις ὥσπ(ερ τ)ὴν | διαλεκτικὴν τέ|χνην ὑπάρχειν, οὐ(μ)ὴ(ν) | ἀπεργάζεσθαί τι κα|θ’ ἑαυτὴν, εἰ μὴ τοῖ(ς) | ἠθικοῖς καὶ φ(υ)σικο(ῖς) | συνδεθείη λόγ(οι)ς, ὃ(ν) | τρόπον καὶ τῶ(ν) Στω- | ικῶν ἔνιοι δι(έ)λαβον· | οὕτω καὶ τὴν ῥητο|ρικὴν etc. Plutarchus de Stoic. repugn. cp. 24 p. 1045f. Ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπεοπὼν ὅτι Πλάτων ἐσούδασε περὶ τὴν Διαλεκτικῆν καὶ Ἀριστοτέ καὶ ⟨oἱ⟩ ἀπὸ τούτων ἄχρι Πολέμωνος καὶ Στράτωνος, μάλιστα δὲ Σωκράτης καὶ ἑπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν ἐπφέρει κατὰ λέξιν· Εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ' ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ’ αὐτῶν ἑπιμελῶς εἰρξκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν. Plutarchus de Stoic. repugn. cp. 10 p. 1035f. Τὸ πρὸς τὰ ἐναντία διαλέγεσθαι καθόλου μὲν οὔ φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ παραινεῖ μετ’ εὐλαβείας, ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας, ἀλλὰ διαλύοντας αὐτῶν τὸ πιθανὸν Τοῖς μὲν γὰρ ἐποχὴν ἄγουςι περὶ πάντων, ἐπιβάλλει, φησί, τοὐτο ποιεῖν, καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δ’ ἐπιστήμην ἐνεργαζομένοις, καθ’ ἥν ὁμολογουμένως βιωσόμεθα, τὰ ἐναντία, στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπ’ ἀρχῆς μέχρι τέλους· ἐφ’ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ὲναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις. Ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν. Plutarchus de Stoic. repugn. cp. 10 p. 1037b. Ἐν μὲν ταῖς φυσικαῖς Θέσεσι ταῦτα γέγραφεν· Ἔσται δὲ καὶ καταλαμβάνοντάς τι, πρὸς τὰ ὲναντία ἐπιχειρεῖν, τὴν ἐνοῦσαν συνηγορίαν ποιουμένους· ποτὲ δ’ οὐδέτερον καταλαμβάνοντας εἰς ἑκάτερον τὰ ὄντα λέγειν. Plutarchus de Stoic. repugn. cp. 10 p. 1037β. ᾽Εν δὲ τῷ περὶ τῆς τοῦ Λόγου Χρήσεως εἰπών, ὡς οὐ δεῖ τῇ τοῦ λόγου δυνάμει πρὸς τὰ μὴ ἐπιβάλλοντα χρῆσθαι, καθάπερ οὐδὲ ὅπλοις, ταῦτ’ ἐπείρηκε· Πρὸς μὲν γὰρ τὴν τῶν ἀληθῶν εὕρεσιν δεῖ χρῆσθαι αὐτῇ, καὶ πρὸς τὴν τούτων συγγένειαν, εἰς τἀναντία δ’ οὔ, πολλῶν ποιούντων τοῦτο. πολλοὺς [δὲ] λέγων ἴσως τοὺς ἐπέχονας.