Plutarchus quomodo adol. poët. aud. debeat p. 34b. Τὴν δ' ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν καὶ διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσιόδος εἰπών (Op. et D. 348) 'οὐδ’ ἄν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη’ καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δαναμένων. Καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος (inc. fab. fr. 950 N) 'τίς δ’ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤνʼ; ὑπααουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὸν εἴρηκεν. Plutarchus quomodo adol. poët. aud. debeat p. 31E. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκουειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ καὶ τὸ 'Ζεῦ πάτερ Ἴδηθεν μεδέων’ (Γ 320) 'Ζεῦ ἄνα Δωδωναῖε’ (Π 233) κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ’ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρυόπα Κρονίδην’ εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. Clemens Al. Strom. VI 14 p. 801 Pott. ἔστιν δὲ ἡ μὲν ζήτησις ὁρμὴ ἐπὶ τὸ καταλαβεῖν διά τινων σημείων ἀνευρίσκουσα τὸ ὑποκείμενον· ἡ εὕρεσις δὲ πέρας καὶ ἀνάπαυσις ζητήσεως ἐν καταλήψει γενομένης. Cicero Acad. Pr. II 26. (i.e. Antiochus contra ἀκαταληψίαν disputans). Quid quod, si ista vera sunt, ratio omnis tollitur, quasi quaedam lux lunenque vitae! - nam quaerendi initium ratio attulit, quae perfecit virtutem, cum esset ipsa ratio confirmata quaerendo. quaestio autem est adpetitio cognitionis, quaestionisque finis inventio. at nemo invenit falsa, nec ea quae incerta permanent, inventa esse possunt, sed cum ea, quae quasi involuta fuerunt, aperta sunt, tum inventa dicuntur. sic et initium quaerendi et exitus percipiendi et comprendendi ⟨facultate⟩ tenetur. Plutarchus apud Olympiodorum in Plat. Phaedon. p. 125, 7 ed. Finckh. Ὅτι ἄπορον ὄντως εἰ οἷόντε ζητεῖν καὶ εὑρίσκειν, ὡς ἐν Μένωνι (p. 80E) προβέβληται· οὔτε γὰρ ἃ ἴσμεν· μάταιον γάρ· οὔτε ἃ μὴ ἴσμεν· κἂν γὰρ περιπέσωμεν αὐτοῖς, ἀγνοοῦμεν, ὡς τοῖς τυχοῦσιν. —  — οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὰς φυσικὰς ἐννοίας αἰτιῶνται· εἰ μὲν δὴ δυνάμει, τὸ αὐτὸ ἐροῦμεν· εἰ δὲ ἐνεργείᾳ, διὰ τί ζητοῦμεν ἃ ἴσμεν; εἰ δὲ ἀπὸ τούτων ἄλλα ἀγνοούμενα. πῶς ἅπερ οὐκ ἴσμεν.