Diog. Laërt. VII 179. Χρύσιππος Ἀπολλωνίου Σολεὺς ἢ Ταρσεύς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. οὗτος πρότερον μὲν δόλιχον ἤσκει, ἔπειτα ἀκούσας Ζήνωνος ἢ Κλεάνθους, ὡς Διοκλῆς καὶ οἱ πλείους, ἔτι τε ζῶντος ἀπέστη αὐτοῦ καὶ οὐχ ὁ τυχὼν ἐγένετο κατὰ φιλοσοφίαν· ἀνὴρ εὐφυὴς καὶ ὀξύτατος ἐν παντὶ μέρει οὕτως ὥστε καὶ ἐν τοῖς πλείστοις διηνέχθη πρὸς Ζήνωνα, ἀλλὰ καὶ πρὸς Κλεάνθην, ᾧ καὶ πολλάκις ἔλεγε μόνης τῆς τῶν δογμάτων διδασκαλίας χρῄζειν, τὰς δὲ ἀποδείξεις αὐτὸς εὑρήσειν. μετενόει μέντοι ὁπότε πρὸς αὐτὸν ἀποτείνοιτο, ὥστε συνεχὲς προφέρεσθαι ταῦτα· ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δ’ οὐκ εὐδαιμονῶ. οὕτω δ’ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἧν [ἡ] διαλεκτική, οὐκ ἂν ἧν ἄλλη ἢ ἡ Χρυσίππειος· πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρ’ ὁντινοῦν γέγονεν, ὡς δῆλος ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δὲ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτε ἔν τινι τῶν συγγραμμάτων παρ’ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη Χρυσίππου Μήδειαν . καὶ Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος ἐν τῇ συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν, ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ’ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφει στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ. ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν (secuntur apophthegmata). 183. Τέλος δὲ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ παραγενόμενος ἐν Ἀκαδημίᾳ συνεφιλοσόφησε· δι’ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε· καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος. Τοῦτον ἐν τῷ ᾠδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Κρονικοῖς (sequitur Laërtii epigramma). ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιῤῥοφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι. Δοκεῖ δὲ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν· ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάῤῥησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Αυκείῳ, καθάπερ ὁ προειρημένος Δημήτριος ἱστορεῖ. Lucian. Macrob. 20 Χρύσιππος ἕν καὶ ὀγδοήκοντα (scil. ἔτη ἔζησεν). Strabo XIV p. 671. γεγόνασι δ’ ἄνδρες ἐνθένδε (scil. Solis) τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ Στωϊκὸς φιλόσοφος, πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος etc. Galenus Protrept. 7 p. 8, 22 Kaibel. τίς γὰρ ⟨ἄν⟩ ἧν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον. Solinus 38, 9 p. 181 ed. M. Heliopolis antiquum oppidum Ciliciae fuit, patria Chrysippi, Stoïcae sapientiae potentissimi. Ind. Stoic. Herc. col. XXXVIII. καὶ τἇλλ’ ὁμοίως ἔ(πρ)ατ|τεν, ἀλλὰ καὶ ἐπὶ τ(ὴν) | σχολὴν αἰεὶ τὴν α(ὐ)τὴν | ὥραν ἐξῄει καὶ ὁμοί | ως ἀπελύετο, ὥστε μη|(δένα) διαψεύδεσθαι τῶν | (γν)ωρίμων etc. (Ad Chrysippum haec pertinere probabile est). Col. XXXIX, 3. γεγραμ(μέ)να περ(ὶ δικ)αι | οσύνης. 6. τῇ δ(ὲ καθ’ ἡ) | μέραν (δ)ιαίτ(ῃ . . . . . τατος ἐ|γένετο. . . . | ώτατος (καὶ . . Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα | κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ | βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν | οὐθένα (ἔ)πασ(χεν) αὑτῷ | (ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος | (καθ)άπερ ὑγια(ίνων etc.