πρὸς δὲ τῇ πύλῃ ὄχλος ἐδόκει ἡμῖν πολὺς ἐφεστάναι, καὶ ἔνδον δὲ ἐν τῷ περιβόλῳ πλῆθός τι γυναικῶν ἑωρᾶτο. ἐπὶ δὲ τῆς εἰσόδου τοῦ πρώτου πυλῶνος καὶ περιβόλου γέρων τις ἑστὼς ἔμφασιν ἐποίει ὡς προστάττων τι τῷ εἰσιόντι ὄχλῳ. Ἀπορούντων οὖν ἡμῶν περὶ τῆς μυθολογίας πρὸς ἀλλήλους πολὺν χρόνον πρεσβύτης τις παρεστώς, Οὐδὲν δεινὸν πάσχετε, ὦ ξένοι, ἔφη, ἀποροῦντες περὶ τῆς γραφῆς ταύτης. οὐδὲ γὰρ τῶν ἐπιχωρίων πολλοὶ οἴδασι, τί ποτε αὕτη ἡ μυθολογία δύναται·