Ἐτυγχάνομεν περιπατοῦντες ἐν τῷ τοῦ Κρόνου ἱερῷ, ἐν ᾧ πολλὰ μὲν καὶ ἄλλα ἀναθήματα ἐθεωροῦμεν· ἀνέκειτο δὲ καὶ πίναξ τις ἔμπροσθεν τοῦ νεώ, ἐν ᾧ ἦν γραφὴ ξένη τις καὶ μύθους ἔχουσα ἰδίους, οὓς οὐκ ἠδυνάμεθα συμβαλεῖν, τίνες καί ποτε ἦσαν. οὔτε γὰρ πόλις ἐδόκει ἡμῖν εἶναι τὸ γεγραμμένον οὔτε στρατόπεδον, ἀλλὰ περίβολος ἦν ἐν αὑτῷ ἔχων ἑτέρους περιβόλους δύο, τὸν μὲν μείζω, τὸν δὲ ἐλάττω. ἦν δὲ καὶ πύλη ἐπὶ τοῦ πρώτου περιβόλου.