<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="91">δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπʼ αὐτῷ·</l><l n="92">ὕδασι δʼ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·</l></p><p><l n="93">Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,</l><l n="94">ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.</l><l n="95">οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε </l><l n="96">παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας</l><l n="97">εἰς ὕδωρ μʼ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.</l></p><p><l n="99">Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν</l><l n="100">Λειχοπίναξ ὄχθῃσιν ἐφεζόμενος μαλακῇσιν· </l><lg><l n="97a">ποινὴν ἀντέκτισίν τʼ ὀρθὴν ὅς κʼ ἀποδώσει</l><l n="98">ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδʼ </l><l n="100a">καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν </l></lg><note type="footnote">83 ἀμφοτέροις j kl L1 L7 : πᾶσιν ὁμῶς cet. (ἁπλῶς O2) 84 οὐχὶ
l L1 L7 O2 85 ἀπολλυμέναι hj: ἀπολλῦναι l L1 L7 V3 κατὰ
λίμνην hj l L1 L7 86 ἀλεύατο] ἔκφυγε lA8 L1 L2 L7 L8 P5 S2 V5
87 ἐς jl L1L7S2 88 χέρας h L5 V6: χεῖρας δʼ jk lL1 L7 L8 V5
ἀπολλυμένους jk l H1 L1 L7 O2 R2 V5 91 πλεῖον lL1L7O2: πλεῖ-
στον cet. εἷλκον j A1 O2 Pal. : ἔσχον h A2 P1 P4 P9: φέρον l-: ἤγαγον
A8 L1 L7: ἦσαν vulg. (ἦεν L2 Λ8 P8 R1 S2) αὐτὸν a h k A1 R1V5: αὐτῶν
A2 J 92 ὕδασι j k l Bm5 L1 L7 O2 V5 : ὕδατι cet. μύθους ... τοίους
lL1 L7 O2 93 δολίως] γε θεοὺς jkl A10 B1L1 L7 P4 V5 94 ναυη-
γὸν] ἐς λίμνην με li- L2 L8 S2 V3V5 ὥστʼ cf A3A4A5 B1 H2 L9 Li P6
S1 Vi1 95 ἄν] γάρ k P1 R1 V5 μοι h- V3 96 ἀλλʼ ἀπατήσας
k l A10 L7 O2 V5 Vi1 97a, 98 ut Byzantini sint ita inde satis pro-
babiliter eruit versum Bernhardy
ποινήν θην τίσεις σὺ μυῶν στρατῷ οὐδʼ ὑπαλύξεις
97a om. j lL7 τʼ om. h H1 J P U4V5 V6 ἀποτίσει J P1 98 ποινὴν
σὺ τίσεις j l L7 O2 P1 : τοῖς τίσουσί σε (με, γε, τε) cet. (τοῖς δὴ τίσουσι
A7Bm L5 L6 P10 S1 U3 V4) στρατῶ j k lA10L7Li M2 N P3 P7P8 U2V8:
στρατὸν A2 J : στρατὸς cet. 99 ὣς] ταῦτʼ jlL7O2 ἐν j l L7 O2 :
ἐφʼ cet. ὕδασι jlL7 Ο2: ὕδατι cet. 100 a hab. codd. praeter
hjlL2 L8O2 P5 P8 S2 V5</note><pb n="173"/><l n="101">δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν.</l><l n="102">ὡς δʼ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.</l><l n="103">καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθρον</l><l n="104">κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο,</l><l n="105">πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην </l><l n="106">ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρʼ ὄχθαις</l><l n="107">ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.</l><l n="108">ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη</l><l n="109">Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·</l></p><p><l n="110">Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα </l><l n="111">ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.</l><l n="112">εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.</l><l n="113">καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα</l><l n="114">ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.</l><l n="115">τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν </l><l n="116">καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,</l><l n="118">ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,</l><l n="119">τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.</l></p></div></body></text></TEI>