<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="85">οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. </l><l n="86">δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="87">κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφʼ ὕδωρ,</l><l n="88">καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.</l><l n="89">πολλάκι μὲν κατέδυνεν ὑφʼ ὕδατι, πολλάκι δʼ οὖτε</l><l n="90">λακτίζων ἀνέδυνε· μόρον δʼ οὐκ ἦν ὑπαλύξαι. </l><l n="91">δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπʼ αὐτῷ·</l><l n="92">ὕδασι δʼ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·</l></p><p><l n="93">Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,</l><l n="94">ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.</l><l n="95">οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε </l><l n="96">παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας</l></p></div></body></text></TEI>