<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="292">εἰ μὴ ἀπʼ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,</l><l n="293">ὅς ῥα τότʼ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.</l></p><p><l n="294">Ἦλθον δʼ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,</l><l n="295">λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, </l><l n="296">ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,</l><l n="297">βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,</l><l n="298">ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται</l><l n="299">καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον</l><l n="300">ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. </l><l n="301">τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδʼ ἔτʼ ἔμειναν,</l><l n="302">ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δʼ ἥλιος ἤδη,</l><l n="303">καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.</l></p></div></body></text></TEI>