εἰ μὴ ἀπʼ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων, ὅς ῥα τότʼ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν. Ἦλθον δʼ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι, λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι, ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις, βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες, ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι. τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδʼ ἔτʼ ἔμειναν, ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δʼ ἥλιος ἤδη, καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.