<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="260">Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, </l><l n="261">Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·</l><l n="262">οἴκαδʼ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδʼ ἐκέλευεν·</l><l n="263">οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·</l><l n="264">ἀγχοῦ δʼ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι</l><l n="265">καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας </l><l n="266">φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·</l><l n="267">οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·</l><l n="268">καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,</l><l n="269">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="270">καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, </l><l n="271">κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·</l></p></div></body></text></TEI>