<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="25">τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν </l><l n="26">ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.</l><l n="27">Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος</l><l n="28">Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ</l><l n="29">Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.</l><l n="30">γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς, </l><l n="31">σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.</l><l n="32">πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;</l><l n="33">σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε</l><l n="34">ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει</l><l n="35">ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο, </l><l n="36">οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,</l></p></div></body></text></TEI>