τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς. Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος. γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς, σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν. πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον; σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο, οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,