<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="224">Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,</l><l n="225">ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. </l><l n="226">Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,</l><l n="228">χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ </l><l n="229">ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα.</l><l n="230">Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, </l><l n="231">ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="232">Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,</l><l n="233">ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.</l><l n="234">Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος</l><l n="235">καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, </l><l n="236">πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.</l></p></div></body></text></TEI>