Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν, ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης, χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα. Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα, ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα. Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.