<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="207">πῆξεν δʼ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα</l><l n="208">εἷλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη.</l><l n="209">Σευτλαῖον δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος, </l><lg><l n="210">Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· </l><l n="211">ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.</l><l n="212">Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,</l><l n="213">Τρωγλοδύτην ἁπαλοῖο διʼ αὐχένος τρῶσεν ἐπιφθὰς</l><l n="213a">πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε· </l><l n="214">Ὠκιμίδην δ᾿ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ</l><l n="215">οὐδʼ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δʼ ἐνόησε </l><l n="216">Λειχήνωρ δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ</l><l n="217">καὶ βάλεν, οὐδʼ ἀφάμαρτε καθʼ ἧπαρ· ὡς δʼ ἐνόησε</l><l n="218">Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.</l><l n="219">ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἀλλʼ ἤλασεν αὐτόν·</l><l n="220">κάππεσε δ᾿, οὐκ ἀνένευσεν, ἐβάπτετο δʼ αἵματι λίμνη </l><l n="221">πορφυρέῳ, αὐτὸς δὲ παρʼ ἠιόν᾿ ἐξετανύσθη,</l><l n="222">χορδῇσιν λιπαρῇσί τʼ ἐπορνύμενος λαγόνεσσιν.</l></lg><note type="footnote">203 γαστέρος H2: γαστρὸς J καθʼ ἥπατος ἔγκατα χῦτ..A8
205 om. a b c d e j L2 Vi3 206 τρωγλήτης a : -ίτης V5 πηλείωνος
L1 L3 L4: πηλείωνα cet. 207 om. L9 P5 πεῖρε(ν) H2V6, J marg.
208 θυμὸς A10 B1 στόματος δʼ ἐξέπτη g Li : δʼ ἐκ στόματος ἔπτη b c d
L5 L6 L9 O2 P2 P5 P8 V5, cf. 236 209 σευτλαῖος ... ἐμβασίχυτρον
h i j k A2A10 P7 V8 210-222 eiecimus, nam 210, 213, 213a, 217 plane
Byzantini, ceteri cum eis videntur stare 210-212 om. a l
211 ῥεθέων L5 V4: δὲ λέων g L6 P2 213 om. O2 P8 τρωγλίτην
V5, cf. 206 κατʼ B2 L9 P10 U4V12 ἤριπε δ᾿ εὐθύς bcde A2 B1 L1
Pal. V12 213 a hab. h i j k l om. cet. ἐν πέτρω O2 αὐχένα πὰρ
μέσσον j- post hunc v. add. L2 τρωγλήτης δʼ ἄρ᾿ ἔπεφνε βρεκαίγιγα
ἐσθλὸν ἀίξας 214 om. j l L P : ante 213 hab. a b c d e L1, ante
210  g, post 222 L6 ὀξυσχοίνῳ U5 marg. post hunc v. add. ἀλλ᾿ ὁ
μὲν ἔσπασεν ἔγχος· ἐφωρμήθησαν δʼ ἐπʼ αὐτῷ hk P1 P5 R1 (ἐφώρμησαν
R1) 215 om. j l L7 P4 ὅδ᾿ P9 Pal.: ὧδ᾿ A ἤριπε δʼ εὐθύς
h k J P1 216, 217 om. a b c d e f g L1 S1 (ex homoeotel.)
218 κωστοφάγον c g A3 A4 L6 L9 P2 V12: κουστ- a- : κουστοφάγος k P5
Vi2: κραμβοφάγος hjl J L7 P4 V2 : κραμβοβάχος L3L4 φεύγων i kl
P5 P8 R1 κραμβοφάγος ὄχθαισι βαθείαις ἔμπεσι φεύγων j 219 om.
A8 V11 ἀπέφυγεν J P1 P4 μάχης] ἐν ὕδασιν ahijl L2 L8 R1 S2
ἤλασε δʼ αὐτόν a h i j l Bm3 L8 R1 S2 U1 221 ἠιόνας h- A3A4P1:
ἠϊόνος Bm1 M1 V5 222 om. 1L7 P4 ἐπορνυμένου h a- R1: -αις P1</note><pb n="179"/><l n="223">Τυροφάγον δʼ αὐτῇσιν ἐπʼ ὄχθαις ἐξενάριξεν. </l><l n="224">Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,</l><l n="225">ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. </l><l n="226">Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,</l><l n="228">χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ </l><l n="229">ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα.</l><l n="230">Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, </l><l n="231">ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="232">Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,</l><l n="233">ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.</l><l n="234">Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος</l><l n="235">καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, </l><l n="236">πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.</l></p></div></body></text></TEI>