πῆξεν δʼ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα εἷλε μέλας θάνατος, ψυχὴ δʼ ἐκ σώματος ἔπτη. Σευτλαῖον δʼ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος, Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη. Λιμνόχαρις δʼ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον, Τρωγλοδύτην ἁπαλοῖο διʼ αὐχένος τρῶσεν ἐπιφθὰς πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκότος ὄσσε κάλυψε· Ὠκιμίδην δ᾿ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ οὐδʼ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δʼ ἐνόησε Λειχήνωρ δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδʼ ἀφάμαρτε καθʼ ἧπαρ· ὡς δʼ ἐνόησε Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις. ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἀλλʼ ἤλασεν αὐτόν· κάππεσε δ᾿, οὐκ ἀνένευσεν, ἐβάπτετο δʼ αἵματι λίμνη πορφυρέῳ, αὐτὸς δὲ παρʼ ἠιόν᾿ ἐξετανύσθη, χορδῇσιν λιπαρῇσί τʼ ἐπορνύμενος λαγόνεσσιν. 203 γαστέρος H2: γαστρὸς J καθʼ ἥπατος ἔγκατα χῦτ..A8 205 om. a b c d e j L2 Vi3 206 τρωγλήτης a : -ίτης V5 πηλείωνος L1 L3 L4: πηλείωνα cet. 207 om. L9 P5 πεῖρε(ν) H2V6, J marg. 208 θυμὸς A10 B1 στόματος δʼ ἐξέπτη g Li : δʼ ἐκ στόματος ἔπτη b c d L5 L6 L9 O2 P2 P5 P8 V5, cf. 236 209 σευτλαῖος ... ἐμβασίχυτρον h i j k A2A10 P7 V8 210-222 eiecimus, nam 210, 213, 213a, 217 plane Byzantini, ceteri cum eis videntur stare 210-212 om. a l 211 ῥεθέων L5 V4: δὲ λέων g L6 P2 213 om. O2 P8 τρωγλίτην V5, cf. 206 κατʼ B2 L9 P10 U4V12 ἤριπε δ᾿ εὐθύς bcde A2 B1 L1 Pal. V12 213 a hab. h i j k l om. cet. ἐν πέτρω O2 αὐχένα πὰρ μέσσον j- post hunc v. add. L2 τρωγλήτης δʼ ἄρ᾿ ἔπεφνε βρεκαίγιγα ἐσθλὸν ἀίξας 214 om. j l L P : ante 213 hab. a b c d e L1, ante 210 g, post 222 L6 ὀξυσχοίνῳ U5 marg. post hunc v. add. ἀλλ᾿ ὁ μὲν ἔσπασεν ἔγχος· ἐφωρμήθησαν δʼ ἐπʼ αὐτῷ hk P1 P5 R1 (ἐφώρμησαν R1) 215 om. j l L7 P4 ὅδ᾿ P9 Pal.: ὧδ᾿ A ἤριπε δʼ εὐθύς h k J P1 216, 217 om. a b c d e f g L1 S1 (ex homoeotel.) 218 κωστοφάγον c g A3 A4 L6 L9 P2 V12: κουστ- a- : κουστοφάγος k P5 Vi2: κραμβοφάγος hjl J L7 P4 V2 : κραμβοβάχος L3L4 φεύγων i kl P5 P8 R1 κραμβοφάγος ὄχθαισι βαθείαις ἔμπεσι φεύγων j 219 om. A8 V11 ἀπέφυγεν J P1 P4 μάχης] ἐν ὕδασιν ahijl L2 L8 R1 S2 ἤλασε δʼ αὐτόν a h i j l Bm3 L8 R1 S2 U1 221 ἠιόνας h- A3A4P1: ἠϊόνος Bm1 M1 V5 222 om. 1L7 P4 ἐπορνυμένου h a- R1: -αις P1 Τυροφάγον δʼ αὐτῇσιν ἐπʼ ὄχθαις ἐξενάριξεν. Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν, ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας. Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης, χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα. Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην, ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα, ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα. Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ, πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.