<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="189">ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,</l><l n="190">ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες </l><l n="191">οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην·</l><l n="192">τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.</l><l n="193">ἀλλʼ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,</l><l n="194">μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·</l><l n="195">εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι· </l><l n="196">πάντες δʼ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.</l></p><p><l n="197">Ὣς ἄρʼ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντʼ ἄλλοι,</l><l n="198">πάντες δʼ αὖτʼ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.</l><l n="199">καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντες</l><l n="200">δεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ </l></p></div></body></text></TEI>