νήξεις τὰς βατράχων μιμούμενος· οἱ δὲ κάκιστοι νῦν ἐμὲ μέμφονται τὸν ἀναίτιον· ἀλλʼ ἄγε βουλὴν ζητήσωμεν ὅπως δολίους μύας ἐξολέσωμεν. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. σώματα κοσμήσαντες ἐν ὅπλοις στῶμεν ἅπαντες ἄκροις πὰρ χείλεσσιν, ὅπου κατάκρημνος ὁ χῶρος· ἡνίκα δʼ ὁρμηθέντες ἐφʼ ἡμέας ἐξέλθωσι, δραξάμενοι κορύθων, ὅς τις σχεδὸν ἀντίος ἔλθῃ, ἐς λίμνην αὐτοὺς σὺν ἐκείναις εὐθὺ βάλωμεν. οὕτω γὰρ πνίξαντες ἐν ὕδασι τοὺς ἀκολύμβους στήσομεν εὐθύμως τὸ μυοκτόνον ὧδε τρόπαιον. Ὣς εἰπὼν ἀνέπεισε καθοπλίζεσθαι ἅπαντας. φύλλοις μὲν μαλαχῶν κνήμας ἑὰς ἀμφεκάλυψαν, θώρηκας δʼ εἶχον καλῶν χλοερῶν ἀπὸ σεύτλων, φύλλα δὲ τῶν κραμβῶν εἰς ἀσπίδας εὖ ἤσκησαν, ἔγχος δʼ ὀξύσχοινος ἑκάστῳ μακρὸς ἀρήρει, 143 εἴ τινες a (- O2) A10 B1 P1 P4 R1 V4 V6 : οἵ cet. γεγόνατε g- : -ειτε A10 V8 144 οὔατα μυῶν codd. praeter k l: μυῶν glossema est vocis πάντων quae sollemnis in re tali est, e. gr. H 92 146 αὐτὸν B1 Bm1 Bm2 Bm4 C H1 Li M1 O1 P5 P10 U1 V6 V8 Vi1 148 περὶ fh c- L8 L9 Li P4 Vi1 : κατὰ A 149 τῶν h k P P2 152 νῦν γὰρ k la- P1 R1 153 ἔνοπλοι k lh-i-A2A10 L6 O2 P5 R1 R2 154 τείχεσ- σιν f- g- c- J L9 O2 P4 P5 P8 S1 156 ὅς τις] ὅππως a (- O2) : ὁπότε J ἀντίος ἔλθῃ] ἦλθον ἐφʼ ἡμᾶς bc d g f- a (-O2) J L9 P4S1V5 157 ἐκεί- νοις A10 Bm2 P4 V5 : ἐκείνῳ a k C Ν R1 U2 : ἔντεσιν (gloss.) j l i- 158 ἐν ὅδασι] ἐν ἔντεσι F : ἐκείνους a b c d e f g J P4 S1 160 συνέπεισε a P1 P4 ὣς ἄρα φωνήσας ὅπλοις κατέδησεν k l (-δυσεν A8 L1 L7 V3) : ἐνέδυσεν j 161 μολόχων M1 ss. ἑὰς om. a h l L2 L7 L8 R1 S2 ἀμφὶ δὲ κνήμας ἐκάλυψαν A (τε) A10 (τὰς) L1. et pluralem (Hes. Opp. 378, h. Ven. 267, Pind. Pyth. iv. 187) et synizesin Pigreti permisimus 162 χλωρῶν πλατέων kl L1 ( χλοερῶν j) τεύτλων jlS 164 μακρὸν O2 P5 Vi1 καί ῥα κέρα κοχλιῶν λεπτῶν ἐκάλυπτε κάρηνα. φραξάμενοι δʼ ἔστησαν ἐπʼ ὄχθαις ὑψηλαῖσι σείοντες λόγχας, θυμοῦ δʼ ἔμπλητο ἕκαστος. Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα, καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς, πολλοὺς καὶ μεγάλους ἠδʼ ἔγχεα μακρὰ φέροντας, οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων, ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν· Ὦ θύγατερ μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ; καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν. Ὣς ἄρʼ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη· ὦ πάτερ οὐκ ἄν πώ ποτʼ ἐγὼ μυσὶ τειρομένοισιν