<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="131">ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.</l></p><p><l n="132">Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν</l><l n="133">βάτραχοι ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐς δʼ ἕνα χῶρον</l><l n="134">ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.</l><l n="135">σκεπτομένων δʼ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,</l><l n="136">κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν, </l><l n="137">Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,</l><l n="138">ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·</l></p><p><l n="139">Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν</l><l n="140">εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. </l><l n="141">εἶδον γὰρ καθʼ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν</l><l n="142">ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε</l></p></div></body></text></TEI>