ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου. Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησαν βάτραχοι ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐς δʼ ἕνα χῶρον ἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο. σκεπτομένων δʼ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος, κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν, Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος, ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα· Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψαν εἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. εἶδον γὰρ καθʼ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνεν ὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε