<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="107">ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.</l><l n="108">ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη</l><l n="109">Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·</l></p><p><l n="110">Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα </l><l n="111">ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.</l><l n="112">εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.</l><l n="113">καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα</l><l n="114">ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.</l><l n="115">τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν </l><l n="116">καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,</l><l n="118">ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,</l><l n="119">τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.</l></p></div></body></text></TEI>