ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ. ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον· Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται. εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα. καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα. τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες, ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ, τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.