Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς, ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα, δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος, εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν, γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων, ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν. Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας, πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον· Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας; πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω. εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά. εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα· Titulus: Ὁμήρου βατραχομυομαχία vulg.: μυοβατραχομαχία P9: βατρα- χομαχία O²: ἀρχὴ τῆς μυοβατραχομαχίας· αὕτη δέ ἐστιτίγρητος τοῦ καρός U² V1 : ὁμήρου βατραχομυομαχίᾳ, ἐν δέ τισι τίγρητος τοῦ καρός S1 U³ V12 (γρητὸς) 1-8 litt. uncialibus scr. O² 1 πρώτης σελίδος O²: πρῶτον μουσῶν cet. (πρώτως k: πρῶτος P8, S2 ss.) 5 πάντα O2 6 ἀριστήσαντες A10 B1: ἀριστεύσοντες A8 P1 P4 V3: -εύοντες k- ἔτευξαν P8, γρ. 8 λόγος] ἔπος fg ἔχον lB1 L2 R1 ἀρχή P9 10 λίχνον O2: πίνων 1- L1 L2 L8 S2: ἁπαλὸν cet. παρέθηκε 1 L2 L8 O2 S2; προσέθηκε cet. 12 πολύφωνος 1 A10 B1 L1 P4 U3 τ᾿ ἔφατʼ ἔκ τʼ ὀνόμαζε b c f al. 13 ἠιόνας 1L8 O2 (ἠῶνας ex ἰ) S2: ἠόνα vulg. τίς ὁ φ. A8 O2: τίς δὲ vel τίς δέ σʼ cet. 18 ἐν βατράχοις 1:1 (ἐν βατράχων L3L4 καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ μιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο. καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων, σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν ἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε. Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε· τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς. Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος. γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς,