<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1220.tlg001.1st1K-grc1"><p><l n="1">Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος</l><l n="2">ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς,</l><l n="3">ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,</l><l n="4">δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,</l><l n="5">εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι </l><l n="6">πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,</l><l n="7">γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,</l><l n="8">ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.</l></p><p><l n="9">Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,</l><l n="10">πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον, </l><l n="11">ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε</l><l n="12">λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·</l></p></div></body></text></TEI>