Πῶς δὲ φρόνησιν, οὐχ ὑποκειμένων αὐτῇ πρακτέων καὶ μὴ πρακτέων, οὔθ᾿ αἱρετῶν καὶ φευκτῶν, μᾶλλον δὲ μηδεμιᾶς ἐνούσης αὐτῇ κινήσεως τὸ παράπαν ἢ φυσικῆς ὁρμῆς ἐπί τι τῶν πρακτέων; Ποῦ δὲ ὅλως ψυχαῖς ἡ πρὸς ἀλλήλας δικαιοσύνη προσφυὴς ἢ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἢ ἑτερογενῶν, οὐκ ἐχούσαις οὔτε πόθεν οὔτε δι᾿ ὧν οὔτε πῶς ἀπονείμωσι τὸ κατ᾿ ἀξίαν ἢ κατ᾿ ἀναλογίαν ἴσον, ἐξῃρημένης τῆς εἰς θεὸν τιμῆς, οὐδ᾿ ἄλλως ἐχούσαις ὁρμὴν ἢ κίνησιν πρὸς χρῆσιν ἰδίων ἢ πρὸς ἀποχὴν τῶν ἀλλοτρίων, τῆς μὲν χρήσεως τῶν κατὰ φύσιν ἢ τῆς ἀποχῆς ἐπὶ τῶν χρῆσθαι πεφυκότων θεωρουμένης, τῆς δὲ ψυχῆς μήτε δεομένης τινὸς μήτε χρῆσθαί τισιν ἤ τινι πεφυκυίας, καὶ διὰ τοῦτο μήτε τῆς λεγομένης ἰδιοπραγίας τῶν μερῶν ἐπὶ τῆς οὕτως ἐχούσης ψυχῆς εὑρεθῆναι δυναμένης;