Εἰ δὲ τὸ τὰ πάθη ταῖς ψυχαῖς ἰδιαζόντως προσάπτειν ἄτοπον, τὸ τὰς ἐκ τούτων ἁμαρτίας καὶ τὰς ἐπὶ ταύταις τιμωρίας ἐπὶ μόνας φέρειν τὰς ψυχὰς ὑπερβαλλόντως ἄδικον καὶ τῆς τοῦ θεοῦ κρίσεως ἀνάξιον. Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν τὰς ἀρετάς, ὡσπεροῦν καὶ τὴν ταύταις ἀντικειμένην κακίαν οὐ ψυχῆς κεχωρισμένης τοῦ σώματος καὶ καθ᾿ ἑαυτὴν οὔσης), τὴν δ᾿ ἐπὶ τούτοις τιμὴν ἢ τιμωρίαν ἐπὶ μόνης φέρεσθαι τῆς ψυχῆς;