Εἰ γὰρ πάσης καθάπαξ τροφῆς ἐστιν ἀνενδεής, οὐκ ἂν ὀρεχθείη ποτὲ τούτων ὧν οὐδαμῶς δεῖται πρὸς τὸ εἶναι, οὔτ᾿ ἂν ὁρμήσειεν ἐπί τι τούτων οἶς μηδ᾿ ὅλως χρῆσθαι πέφυκεν· ἀλλ᾿ οὐδ᾿ ἂν λυπηθείη δι᾿ ἀπορίαν χρημάτων ἢ κτημάτων, ὡς οὐδὲν αὐτῇ προσηκόντων. Εἰ δὲ καὶ φθορᾶς ἐστι κρείττων, οὐδὲν φοβεῖται τὸ παράπαν ὡς φθαρτικὸν ἑαυτῆς· οὐ γὰρ δέδοικεν οὐ λιμόν, οὐ νόσον οὐ πήρωσιν οὐ λώβην οὐ πῦρ οὐ σίδηρον, ἐπεὶ μηδὲ παθεῖν ἐκ τούτων δύναταί τι βλαβερὸν οὔτ᾿ ἀλγεινόν, οὐχ ἁπτομένων αὐτῆς τὸ παράπαν οὔτε σωμάτων οὔτε σωματικῶν δυνάμεων.