Ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ τῆς δεξαμένης αὐτὴν καὶ τῆς ἐν οἶς ἐστι διαμενούσης φύσεως. Ὁ δὲ καὶ νοῦν καὶ λόγον δεξάμενός ἐστιν ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Ἄνθρωπον ἄρα δεῖ τὸν ἐξ ἀμφοτέρων ὄντα διαμένειν εἰς ἀεί. Τοῦτον δὲ ἀδύνατον διαμένειν, μὴ ἀνιστάμενον. Ἀναστάσεως γὰρ μὴ γινομένης, οὐκ ἂν ἡ τῶν ἀνθρώπων ὡς ἀνθρώπων διαμένοι φύσις. Τῆς δὲ τῶν ἀνθρώπων φύσεως μὴ διαμενούσης, μάτην μὲν ἡ ψυχὴ συνήρμοσται τῇ τοῦ σώματος ἐνδείᾳ καὶ τοῖς τούτου πάθεσι, μάτην δὲ τὸ σῶμα πεπέδηται πρὸς τὸ τυγχάνειν ὦν ὀρέγεται, ταῖς τῆς ψυχῆς ἡνίαις ὑπεῖκον καὶ χαλιναγωγούμενον, μάταιος δὲ ὁ νοῦς, ματαία δὲ φρόνησις, καὶ δικαιοσύνης παρατήρησις, ἢ καὶ πάσης ἀρετῆς ἄσκησις, καὶ νόμων θέσις καὶ διάταξις, καὶ συνόλως εἰπεῖν πᾶν ὅ τι περ ἐν ἀνθρώποις καὶ δι᾿ ἀνθρώπους καλόν, μᾶλλον δὲ καὶ αὐτὴ τῶν ἀνθρώπων ἡ γένεσίς τε καὶ φύσις.