Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζώοις τῆς φυσικῆς διαφορᾶς, καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζώου καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένης, τριττῆς δὲ κατὰ τὴν ἑκάστου ζώου τροφὴν γινομένης καθάρσεως καὶ διακρίσεως, δεῖ πάντως φθείρεσθαι μὲν καὶ διαχωρεῖν ᾗ πέφυκεν ἢ πρὸς ἕτερόν τι μεταβάλλειν πᾶν ὁπόσον ἀλλότριον εἰς τὴν τοῦ ζώου τροφήν, ὡς συγκραθῆναι μὴ δυνάμενον, συμβαίνουσαν δὲ καὶ κατὰ φύσιν εἶναι τὴν τοῦ τρέφοντος σώματος δύναμιν ταῖς τοῦ τρεφομένου ζώου δυνάμεσι, καὶ ταύτην ἐλθοῦσαν δι᾿ ὧν πέφυκε κριτηρίων καὶ καθαρθεῖσαν ἀκριβῶς τοῖς φυσικοῖς καθαρσίοις εἰλικρινεστάτην γενέσθαι πρόσληψιν εἰς οὐσίαν· ἣν δὴ καὶ μόνην ἐπαληθεύων ἄν τις τοῖς πράγμασιν ὀνομάσειεν τροφήν, ὡς ἀποβάλλουσαν πᾶν ὁπόσον ἀλλότριον καὶ βλαβερὸν εἰς τὴν τοῦ τρεφομένου ζώου σύστασιν καὶ τὸν πολὺν ἐκεῖνον ὄγκον ἐπεισαχθέντα πρὸς τὴν τῆς γαστρὸς ἀποπλήρωσιν καὶ τὴν τῆς ὀρέξεως θεραπείαν. Ἀλλὰ ταύτην μὲν οὐκ ἄν τις ἀμφισβητήσειεν ἑνοῦσθαι τῷ τρεφομένῳ σώματι, συνδιαπλεκομένην τε καὶ περιπλαττομένην πᾶσι τοῖς τούτου μέρεσι καὶ μορίοις· τὴν δὲ ἑτέρως ἔχουσαν καὶ παρὰ φύσιν φθείρεσθαι μὲν ταχέως, ἢν ἐῤῥωμενεστέρᾳ συμμίξῃ δυνάμει, φθείρειν δὲ σὺν εὐμαρείᾳ τὴν κρατηθεῖσαν, εἴς τε μοχθηροὺς ἐκτρέπεσθαι χυμοὺς καὶ φαρμακώδεις ποιότητας, ὡς μηδὲν οἰκεῖον ἢ φίλον τῷ τρεφομένῳ σώματι φέρουσαν. Καὶ τούτου τεκμήριον μέγιστον τὸ πολλοῖς τῶν τρεφομένων ζώων ἐκ τούτων ἐπακολουθεῖν ἄλγος ἢ κίνδυνον ἢ θάνατον, ἢν ὑπὸ σφοδροτέρας ὀρέξεως τῇ τροφῇ καταμεμιγμένον συνεφελκύσηταί τι φαρμακῶδες καὶ παρὰ φύσιν· ὃ δὴ καὶ πάντως φθαρτικὸν ἂν εἴη τοῦ τρεφομένου σώματος, εἴ γε τρέφεται μὲν τὰ τρεφόμενα τοῖς οἰκείοις καὶ κατὰ φύσιν, φθείρεται δὲ τοῖς ἐναντίοις. Εἴπερ οὖν τῇ διαφορᾷ τῶν τῇ φύσει διαφερόντων ζώων ἡ κατὰ φύσιν συνδιῄρηται τροφή, καὶ ταύτης γε αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῶον οὔτε τὸ τυχὸν ἐκ τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα δέχεται σύγκρασιν, ἀλλ᾿ αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη ποτ᾿ ἂν τούτοις οἷς οὐκ ἔστι τροφὴ προσφυὴς καὶ κατάλληλος, ἀλλ᾿ ἤτοι κατ᾿ αὐτὴν τὴν κοιλίαν διαχωρεῖ, πρὶν ἕτερόν τινα γεννῆσαι χυμόν, ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα. Ἀλλὰ κἂν ἀπωσθῇ ποτε, φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς δυνάμεσι νικηθέν, μετ᾿ οὐκ ὀλίγης ἐξεῤῥύη τῆς βλάβης, ὡς μηδὲν φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγκρατον. Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφήν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ ματαβάλλειν εἰς ἕν τι τῶν ὑγραινόντων ἢ ξηραινόντων ἢ θερμαινόντων ἢ ψυχόντων, οὐδ᾿ οὕτως ἐκ τῶν συγχωρηθέντων αὐτοῖς γενήσεταί τι προὔργου, τῶν μὲν ἀνισταμένων σωμάτων ἐκ τῶν οἰκείων μερῶν πάλιν συνισταμένων, οὐδενὸς δὲ τῶν εἰρημένων μέρους ὄντος, οὐδὲ τὴν ὡς μέρους ἐπέχοντος σχέσιν ἢ τάξιν, οὐ μὴν οὐδὲ παραμένοντος πάντοτε τοῖς τρεφομένοις τοῦ σώματος μέρεσιν, ἢ συνανισταμένου τοῖς ἀνισταμένοις, οὐδὲν συντελοῦντος ἔτι πρὸς τὸ ζῆν οὐχ αἵματος οὐ φλέγματος οὐ χολῆς οὐ πνεύματος. οὐδὲ γὰρ ὧν ἐδεήθη ποτὲ τὰ τρεφόμενα σώματα, δεηθήσεται καὶ τότε, συνανῃρημένης τῇ τῶν τρεφομένων ἐνδείᾳ καὶ φθορᾷ τῆς ἐξ ὧν ἐτρέφετο χρείας. ἔπειτ' εἰ καὶ μέχρι σαρκὸς φθάνειν τὴν ἐκ τῆς τοιαύτης τροφῆς μεταβολὴν ὑποθοῖτό τις, οὐδ' οὕτως ἀνάγκη τις ἔσται τὴν νεωστὶ μεταβληθεῖσαν ἐκ τῆς τοιᾶσδε τροφῆς σάρκα προσπελάσασαν ἑτέρου τινὸς ἀνθρώπου σώματι πάλιν ὡς μέρος εἰς τὴν ἐκείνου τελεῖν συμπλήρωσιν, τῷ μήτε αὐτὴν τὴν προσλαμβάνουσαν σάρκα πάντοτε φυλάττειν ἣν προσείληφεν, μήτε τὴν ἑνωθεῖσαν ταύτην μόνιμον εἶναι καὶ παραμένειν παραμένειν τοῖς μέρεσιν ἃ συνδεῖν ἢ στέγειν ἢ θάλπειν πέφυκεν τὴν ὑπὸ τῆς φύσεως ἐξειλεγμένην καὶ τούτοις προσπεφυκυῖαν οἷς τὴν κατὰ φύσιν συνεξέπλησε ζωὴν καὶ τοὺς ἐν τῇ ζωῇ πόνους. Ἀλλ᾿ οὔτε γὰρ καθ᾿ ὃ δεῖ κρινομένων τῶν ἔναγχος ἐξητασμένων, οὔτε κατὰ συγχώρησιν παραδεχθέντων τῶν ἐπ᾿ ἐκείνοις γεγυμνασμένων, ἀληθὲς δεικνύναι δυνατὸν τὸ πρὸς αὐτῶν λεγόμενον, οὔτ᾿ ἂν συγκραθείη ποτὲ τὰ τῶν ἀνθρώπων σώματα τοῖς τῆς αὐτῆς οὖσι φύσεως, κἂν ὑπ᾿ ἀγνοίας ποτὲ κλαπῶσι τὴν αἴσθησιν δι᾿ ἑτέρου τινὸς μετασχόντες τοιούτου σώματος, κἂν αὐτόθεν ὑπ᾿ ἐνδείας ἢ μανίας ὁμοειδοῦς τινος μιανθῶσι σώματι· εἴ γε μὴ λελήθασιν ἡμᾶς ἀνθρωποειδεῖς τινες ὄντες θῆρες, ἢ μικτὴν ἔχοντες φύσιν ἐξ ἀνθρώπων καὶ θηρίων, οἵους πλάττειν εἰώθασιν οἱ τολμηρότεροι τῶν ποιητῶν. Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζώῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων, μόνην δὲ τὴν εἰς γῆν γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ᾿ ἄλλο τι τῶν ζώων τοῖς ἐκ τοῦ αὐτοῦ εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν ἐν ἄλλοις τισὶ τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν; Εἰ μὲν οὖν ἔχουσι δεικνύναι σάρκας ἀνθρώπων ἀνθρώποις εἰς βρῶσιν ἀποκληρωθείσας, οὐδὲν κωλύσει τὰς ἀλληλοφαγίας εἶναι κατὰ φύσιν, ὥσπερ ἄλλο τι τῶν τῇ φύσει συγκεχωρημένων, καὶ τούς γε τὰ τοιαῦτα λέγειν τολμῶντας τοῖς τῶν φιλτάτων ἐντρυφᾶν σώμασιν, ὡς οἰκειοτέροις, ἢ καὶ τοὺς εὐνουστάτους σφίσι τούτοις αὐτοῖς ἑστιᾶν. Εἰ δὲ τοῦτο μὲν οὐδ᾿ εἰπεῖν εὐαγές, τὸ δὲ σαρκῶν ἀνθρώπων ἀνθρώπους μετασχεῖν ἔχθιστόν τι καὶ παμμίαρον καὶ πάσης ἐκθέσμου καὶ παρὰ φύσιν βρώσεως ἢ πράξεως ἐναγέστερον, τὸ δὲ παρὰ φύσιν οὐκ ἄν ποτε χωρήσειεν εἰς τροφὴν τοῖς ταύτης δεομένοις μέρεσι καὶ μορίοις, τὸ δὲ μὴ χωροῦν εἰς τροφὴν οὐκ ἂν ἑνωθείη τούτοις ἃ μηδὲ τρέφειν πέφυκεν, οὐδὲ τὰ τῶν ἀνθρώπων σώματα συγκριθείη ποτ᾿ ἂν τοῖς ὁμοίοις σώμασιν, οἷς ἐστιν εἰς τροφὴν παρὰ φύσιν, κἂν πολλάκις διὰ τῆς τούτων ἴῃ γαστρὸς κατά τινα πικροτάτην συμφοράν· ἀποχωροῦντα δὲ τῆς θρεπτικῆς δυνάμεως, καὶ σκιδνάμενα πρὸς ἐκεῖνα πάλιν ἐξ ὧν τὴν πρώτην ἔσχε σύστασιν, ἑνοῦται μὲν τούτοις ἐφ᾿ ὅσον ἂν ἕκαστον τύχῃ χρόνον· ἐκεῖθεν δὲ διακριθέντα πάλιν σοφίᾳ καὶ δυνάμει τοῦ πᾶσαν ζώου φύσιν σὺν ταῖς οἰκείαις δυνάμεσι συγκρίναντος ἑνοῦται προσφυῶς ἕκαστον ἑκάστῳ, κἂν πυρὶ καυθῇ, κἂν ὕδατι κατασαπῇ, κἂν ὑπὸ θηρίων ἢ τῶν ἐπιτυχόντων ζώων καταδαπανηθῇ, κἂν τοῦ παντὸς σώματος ἐκκοπὲν προδιαλυθῇ τῶν ἄλλων μερῶν· ἑνωθέντα δὲ πάλιν ἀλλήλοις τὴν αὐτὴν ἴσχει χώραν πρὸς τὴν τοῦ αὐτοῦ σώματος ἁρμονίαν τε καὶ σύστασιν καὶ τὴν τοῦ νεκρωθέντος ἢ καὶ πάντη διαλυθέντος ἀνάστασιν καὶ ζωήν. Ταῦτα μὲν οὖν ἐπὶ πλεῖον μηκύνειν οὐκ εὔκαιρον· ὁμολογουμένην γὰρ ἔχει τὴν ἐπίκρισιν, τοῖς γε μὴ μιξοθήροις. Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργοὺς ἀνθρώπους, οἳ τὰ συντριβέντα τῶν ἔργων ἢ χρόνῳ παλαιωθέντα ἢ καὶ ἄλλως διαφθαρέντα καινουργεῖν ἀδυνατοῦσιν, εἶτα ἐξ ὁμοίου τοῖς κεραμεῦσι καὶ τέκτοσι δεικνύναι πειρωμένους τὸ καὶ τὸν θεὸν μήτ᾿ ἂν βουληθῆναι μήτε βουληθέντα δυνηθῆναι νεκρωθὲν ἢ καὶ διαλυθὲν ἀναστῆσαι σῶμα, καὶ μὴ λογιζομένους ὅτι διὰ τούτων τοῖς χειρίστοις ἐξυβρίζουσιν εἰς θεόν, συνεξισοῦντες τῶν πάντη διεστηκότων τὰς δυνάμεις, μᾶλλον δὲ καὶ τῶν ταύταις χρωμένων τὰς οὐσίας καὶ τὰ τεχνητὰ τοῖς φυσικοῖς. Περὶ μὲν οὖν τούτων σπουδάζειν οὐκ ἀνεπιτίμητον· ἠλίθιον γὰρ ὡς ἀληθῶς τὸ τοῖς ἐπιπολαίοις καὶ ματαίοις ἀντιλέγειν. Μακρῷ γε μὴν ἐνδοξότερον καὶ πάντων ἀληθέστατον τὸ φῆσαι τὸ παρὰ ἀνθρώποις ἀδυνατὸν παρὰ θεῷ δυνατόν. Εἰ δὲ δἰ αὐτῶν τούτων ὡς ἐνδόξων καὶ διὰ πάντων τῶν μικρῷ πρόσθεν ἐξητασμένων δείκνυσιν ὁ λόγος δυνατόν, εὔδηλον ὡς οὐκ ἀδύνατον. Ἀλλὰ μὴν οὐδ᾿ ἀβούλητον. Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. Καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ᾿ αὐτόν. Ἀλλ᾿ ὅτι μὲν οὐδεὶς ἀδικεῖται τῶν ἔξωθεν καὶ τῶν ἐν τοῖς οὖσιν ἀριθμουμένων, πρόδηλον. Οὔτε γὰρ αἱ νοηταὶ φύσεις ἐκ τῆς τῶν ἀνθρώπων ἀναστάσεως ἀδικηθεῖεν ἄν· οὐδὲ γὰρ ἐμπόδιόν τι ταύταις πρὸς τὸ εἶναι, οὐ βλάβος οὐχ ὕβρις ἡ τῶν ἀνθρώπων ἀνάστασις· οὐ μὴν οὐδὲ τῶν ἀλόγων ἡ φύσις οὐδὲ τῶν ἀψύχων· οὐδὲ γὰρ ἔσται μετὰ τὴν ἀνάστασιν· περὶ δὲ τὸ μὴ ὄν οὐδὲν ἄδικον. Εἰ δὲ καὶ εἶναί τις ὑποθοῖτο διὰ παντός, οὐκ ἂν ἀδικηθείη ταῦτα, τῶν ἀνθρωπίνων σωμάτων ἀνανεωθέντων· εἰ γὰρ ὑπείκοντα νῦν τῇ φύσει τῶν ἀνθρώπων καὶ ταῖς τούτων χρείαις ὄντων ἐνδεῶν, ὑπό τε ζυγὸν ἠγμένα καὶ δουλείαν παντοίαν, οὐδὲν ἀδικεῖται, πολὺ μᾶλλον, ἀφθάρτων καὶ ἀνενδεῶν γενομένων καὶ μηκέτι δεομένων τῆς τούτων χρείας, ἐλευθερωθέντα δὲ πάσης δουλείας οὐκ ἀδικηθήσεται. Οὐδὲ γάρ, εἰ φωνῆς μετεῖχεν, ᾐτιάσατο ἂν τὸν δημιουργὸν ὡς παρὰ τὸ δίκαιον ἐλαττούμενα τῶν ἀνθρώπων, ὅτι μὴ τῆς αὐτῆς τούτοις τετύχηκεν ἀναστάσεως. Ὧν γὰρ ἡ φύσις οὐκ ἴση, τούτοις οὐδὲ τὸ τέλος ἴσον ὁ δίκαιος ἐπιμετρεῖ. Χωρὶς δὲ τούτων, παρ᾿ οἷς οὐδεμία τοῦ δικαίου κρίσις οὐδὲ μέμψις ἀδικίας. Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φῆσαι δυνατὸν ὡς περὶ αὐτὸν θεωρεῖταί τις ἀδικία τὸν ἀνιστάμενον ἄνθρωπον. Ἔστι μὲν γὰρ οὗτος ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ εἰς ψυχὴν οὔτε εἰς σῶμα δέχεται τὴν ἀδικίαν. Οὔτε γὰρ τὴν ψυχὴν ἀδικεῖσθαι φήσει τις σωφρονῶν, ὅτι λήσεταί γε ταύτῃ συνεκβάλλων καὶ τὴν παροῦσαν ζωήν· εἰ γὰρ νῦν ἐν φθαρτῷ καὶ παθητῷ κατοικοῦσα σώματι μηδὲν ἠδίκηται, πολὺ μᾶλλον ἀφθάρτῳ καὶ ἀπαθεῖ συζῶσα οὐκ ἀδικηθήσεται. Ἀλλ᾿ οὐδὲ τὸ σῶμα ἀδικεῖταί τι· εἰ γὰρ νῦν φθαρτὸν ἀφθάρτῳ συνὸν οὐκ ἀδικεῖται, δῆλον ὅτι οὐδ᾿ ἄφθαρτον ἀφθάρτῳ συνὸν ἀδικηθήσεται. Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φαίη τις ἂν ὡς ἀνάξιον ἔργον τοῦ θεοῦ τὸ διαλυθὲν ἀναστῆσαι σῶμα καὶ συναγαγεῖν· εἰ γὰρ τὸ χεῖρον οὐκ ἀνάξιον, τοῦτ᾿ ἔστι τὸ φθαρτὸν ποιῆσαι σῶμα καὶ παθητόν, πολὺ μᾶλλον τὸ κρεῖττον οὐκ ἀνάξιον, ὅπερ ἐστὶν ἄφθαρτον καὶ ἀπαθές.