Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημμελημάτων διὰ τὴν τοῦ σώματος ἔνδειάν τε καὶ χρείαν, ἐκπίπτειν δὲ αὐτὸ τὸ σῶμα τῆς ἐπὶ τοῖς κατορθωθεῖσι κοινωνίας, ὑπὲρ ὧν τοὺς ἐν τῇ ζωῇ συνδιήνεγκε πόνους. Καὶ μὴν καὶ πλημμελημάτων κρινομένων οὐ σώζεται τῇ ψυχῇ τὸ δίκαιον, εἴ γε μόνη τίνοι δίκην ὑπὲρ ὧν ἐνοχλοῦντος τοῦ σώματος καὶ πρὸς τὰς οἰκείας ὀρέξεις ἢ κινήσεις ἕλκοντος ἐπλημμέλησεν, ποτὲ μὲν κατὰ συναρπαγὴν καὶ κλοπήν, ποτὲ δὲ κατά τινα βιαιοτέραν ὁλκήν, ἄλλοτε δὲ κατὰ συνδρομὴν ἐν χάριτος μέρει καὶ θεραπείας τῆς τούτου συστάσεως. Ἢ πῶς οὐκ ἄδικον τὴν ψυχὴν κρίνεσθαι καθ᾿ ἑαυτὴν ὑπὲρ ὧν οὐδ᾿ ἡντινοῦν ἔχει κατὰ τὴν ἑαυτῆς φύσιν οὐκ ὄρεξιν, οὐ κίνησιν, οὐχ ὁρμήν, οἷον λαγνείας ἢ βίας ἢ πλεονεξίας ἢ ἀδικίας καὶ τῶν ἐπὶ τούτοις ἀδικημάτων; Εἰ γὰρ τὰ πλεῖστα τῶν τοιούτων γίνεται κακῶν ἐκ τοῦ μὴ κατακρατεῖν τοὺς ἀνθρώπους τῶν ἐνοχλούντων παθῶν, ἐνοχλοῦνται δὲ ὑπὸ τῆς τοῦ σώματος ἐνδείας καὶ χρείας καὶ τῆς περὶ τοῦτο σπουδῆς καὶ θεραπείας (τούτων γὰρ ἕνεκεν πᾶσα ἡ κτῆσις καὶ πρὸ ταύτης ἡ χρῆσις, ἔτι δὲ γάμος καὶ ὅσαι κατὰ τὸν βίον πράξεις, ἐν οἷς καὶ περὶ ἃ θεωρεῖται τό τε πλημμελὲς καὶ τὸ μὴ τοιοῦτον), ποῦ δίκαιον, ἐν οἷς πρωτοπαθεῖ τὸ σῶμα καὶ τὴν ψυχὴν ἕλκει πρὸς συμπάθειαν καὶ κοινωνίαν τῶν ἐφ᾿ ἃ δεῖται πράξεων, αὐτὴν κρίνεσθαι μόνην, καὶ τὰς μὲν ὀρέξεις καὶ τὰς ἡδονάς, ἔτι δὲ φόβους καὶ λύπας, ἐφ᾿ ὧν πᾶν τὸ μὴ μέτριον ὑπόδικον, ἀπὸ τοῦ σώματος ἔχειν τὴν κίνησιν, τὰς δὲ ἐκ τούτων ἁμαρτίας καὶ τὰς ἐπὶ τοῖς ἡμαρτημένοις τιμωρίας ἐπὶ τὴν ψυχὴν φέρεσθαι μόνην, τὴν μήτε δεομένην τοιούτου τινὸς μήτε ὀρεγομένην μήτε φοβουμένην ἢ πάσχουσάν τι τοιοῦτον καθ᾿ ἑαυτὴν οἷον πάσχειν πέφυκεν ἄνθρωπος; Ἀλλὰ κἂν μὴ μόνου τοῦ σώματος, ἀνθρώπου δὲ θῶμεν εἶναι τὰ πάθη, λέγοντες ὀρθῶς διὰ τὸ μίαν ἐξ ἀμφοτέρων εἶναι τὴν τούτου ζωήν, οὐ δήπου γε καὶ τῇ ψυχῇ ταῦτα προσήκειν φήσομεν, ὁπόταν καθαρῶς τὴν ἰδίαν αὐτῆς ἐπισκοπῶμεν φύσιν. Εἰ γὰρ πάσης καθάπαξ τροφῆς ἐστιν ἀνενδεής, οὐκ ἂν ὀρεχθείη ποτὲ τούτων ὧν οὐδαμῶς δεῖται πρὸς τὸ εἶναι, οὔτ᾿ ἂν ὁρμήσειεν ἐπί τι τούτων οἷς μηδ᾿ ὅλως χρῆσθαι πέφυκεν· ἀλλ᾿ οὐδ᾿ ἂν λυπηθείη δι᾿ ἀπορίαν χρημάτων ἢ κτημάτων, ὡς οὐδὲν αὐτῇ προσηκόντων. Εἰ δὲ καὶ φθορᾶς ἐστι κρείττων, οὐδὲν φοβεῖται τὸ παράπαν ὡς φθαρτικὸν ἑαυτῆς· οὐ γὰρ δέδοικεν οὐ λιμόν, οὐ νόσον οὐ πήρωσιν οὐ λώβην οὐ πῦρ οὐ σίδηρον, ἐπεὶ μηδὲ παθεῖν ἐκ τούτων δύναταί τι βλαβερὸν οὔτ᾿ ἀλγεινόν, οὐχ ἁπτομένων αὐτῆς τὸ παράπαν οὔτε σωμάτων οὔτε σωματικῶν δυνάμεων. Εἰ δὲ τὸ τὰ πάθη ταῖς ψυχαῖς ἰδιαζόντως προσάπτειν ἄτοπον, τὸ τὰς ἐκ τούτων ἁμαρτίας καὶ τὰς ἐπὶ ταύταις τιμωρίας ἐπὶ μόνας φέρειν τὰς ψυχὰς ὑπερβαλλόντως ἄδικον καὶ τῆς τοῦ θεοῦ κρίσεως ἀνάξιον. Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν τὰς ἀρετάς, ὡσπεροῦν καὶ τὴν ταύταις ἀντικειμένην κακίαν οὐ ψυχῆς κεχωρισμένης τοῦ σώματος καὶ καθ᾿ ἑαυτὴν οὔσης), τὴν δ᾿ ἐπὶ τούτοις τιμὴν ἢ τιμωρίαν ἐπὶ μόνης φέρεσθαι τῆς ψυχῆς; Ἢ πῶς ἄν τις καὶ νοήσειεν ἐπὶ ψυχῆς μόνης ἀνδρείαν ἢ καρτερίαν, οὐκ ἐχούσης οὐ θανάτου φόβον, οὐ τραύματος οὐ πηρώσεως οὐ ζημίας οὐκ αἰκίας, οὐ τῶν ἐπὶ τούτοις ἀλγημάτων ἢ τῆς ἐκ τούτων κακοπαθείας; Πῶς δὲ ἐγκράτειαν καὶ σωφροσύνην, οὐδεμιᾶς ἑλκούσης αὐτὴν ἐπιθυμίας πρὸς τροφὴν ἢ μῖξιν ἢ τὰς ἄλλας ἡδονάς τε καὶ τέρψεις, οὐδ᾿ ἄλλου τινὸς οὔτ᾿ ἔσωθεν ἐνοχλοῦντος οὔτ᾿ ἔξωθεν ἐρεθίζοντος; Πῶς δὲ φρόνησιν, οὐχ ὑποκειμένων αὐτῇ πρακτέων καὶ μὴ πρακτέων, οὔθ᾿ αἱρετῶν καὶ φευκτῶν, μᾶλλον δὲ μηδεμιᾶς ἐνούσης αὐτῇ κινήσεως τὸ παράπαν ἢ φυσικῆς ὁρμῆς ἐπί τι τῶν πρακτέων; Ποῦ δὲ ὅλως ψυχαῖς ἡ πρὸς ἀλλήλας δικαιοσύνη προσφυὴς ἢ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἢ ἑτερογενῶν, οὐκ ἐχούσαις οὔτε πόθεν οὔτε δι᾿ ὧν οὔτε πῶς ἀπονείμωσι τὸ κατ᾿ ἀξίαν ἢ κατ᾿ ἀναλογίαν ἴσον, ἐξῃρημένης τῆς εἰς θεὸν τιμῆς, οὐδ᾿ ἄλλως ἐχούσαις ὁρμὴν ἢ κίνησιν πρὸς χρῆσιν ἰδίων ἢ πρὸς ἀποχὴν τῶν ἀλλοτρίων, τῆς μὲν χρήσεως τῶν κατὰ φύσιν ἢ τῆς ἀποχῆς ἐπὶ τῶν χρῆσθαι πεφυκότων θεωρουμένης, τῆς δὲ ψυχῆς μήτε δεομένης τινὸς μήτε χρῆσθαί τισιν ἤ τινι πεφυκυίας, καὶ διὰ τοῦτο μήτε τῆς λεγομένης ἰδιοπραγίας τῶν μερῶν ἐπὶ τῆς οὕτως ἐχούσης ψυχῆς εὑρεθῆναι δυναμένης; Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον, τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ᾿ ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας τρέπειν τὰς ψυχάς. Εἰ γὰρ ὁ τοὺς νόμους δεξάμενος οὗτος δέξαιτ᾿ ἂν δικαίως καὶ τῆς παρανομίας τὴν δίκην, ἐδέξατο δὲ τοὺς νόμους ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν, ἄνθρωπον δεῖ καὶ τὴν ὑπὲρ τῶν ἡμαρτημένων ὑποσχεῖν δίκην, οὐ ψυχὴν καθ᾿ ἑαυτήν· ἐπεὶ μὴ ψυχαῖς ἐθέσπισε θεὸς ἀπέχεσθαι τῶν οὐδὲν αὐταῖς προσηκόντων, οἷον μοιχείας φόνου κλοπῆς ἁρπαγῆς τῆς κατὰ τῶν γεννησάντων ἀτιμίας, πάσης τε κοινῶς τῆς ἐπ᾿ ἀδικίᾳ καὶ βλάβῃ τῶν πέλας γινομένης ἐπιθυμίας. Οὔτε γὰρ τὸ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ψυχαῖς μόνον εὐάρμοστον, οὐ προσηκόντων αὐταῖς τῶν τοιούτων ὀνομάτων· οὐ γὰρ ψυχαὶ ψυχὰς γεννῶσαι τὴν τοῦ πατρὸς ἢ τῆς μητέρος οἰκειοῦνται προσηγορίαν, ἀλλ᾿ ἀνθρώπους ἄνθρωποι· οὔτε οὖν τὸ Οὐ μοιχεύσεις ἐπὶ ψυχῶν λεχθείῃ ποτ᾿ ἂν ἢ νοηθείη δεόντως, οὐκ οὔσης ἐν αὐταῖς τῆς κατὰ τὸ ἄρσεν καὶ θῆλυ διαφορᾶς οὐδὲ πρὸς μῖξίν τινος ἐπιτηδειότητος ἢ πρὸς ταύτην ὀρέξεως. Ὀρέξεως δὲ τοιαύτης οὐκ οὔσης, οὐδὲ μῖξιν εἶναι δυνατόν· παρ᾿ οἷς δὲ μῖξις οὐκ ἔστιν ὅλως, οὐδὲ ἔνθεσμος μῖξις, ὅπερ ἐστὶν ὁ γάμος· ἐννόμου δὲ μίξεως οὐκ οὔσης, οὐδὲ τὴν παράνομον καὶ τὴν ἐπ᾿ ἀλλοτρίᾳ γυναικὶ γινομένην ὄρεξιν ἢ μῖξιν εἶναι δυνατόν, τοῦτο γάρ ἐστι μοιχεία. Ἀλλ᾿ οὐδὲ τὸ κλοπὴν ἀπαγορεύειν ἢ τὴν τοῦ πλείονος ἐπιθυμίαν ψυχαῖς προσφυές· οὐδὲ γὰρ δέονται τούτων, ὧν οἱ δεόμενοι διὰ τὴν φυσικὴν ἔνδειαν ἢ χρείαν κλέπτειν εἰώθασιν ἢ λῃστεύειν, οἷον χρυσὸν ἢ ἄργυρον ἢ ζῶον ἢ ἄλλο τι τῶν πρὸς τροφὴν ἢ σκέπην ἢ χρῆσιν ἐπιτηδείων· ἀχρεῖον γὰρ ἀθανάτῳ φύσει πᾶν ὁπόσον τοῖς ἐνδεέσιν ὀρεκτὸν ὡς χρήσιμον. Ἀλλ᾿ ὁ μὲν ἐντελέστερος περὶ τούτων λόγος ἀφείσθω τοῖς σπουδαιότερον ἕκαστον σκοπεῖν βουλομένοις ἢ φιλοτιμότερον διαγωνίζεσθαι πρὸς τοὺς διαφερομένους. Ἡμῖν δὲ ἀρκούντων τῶν ἀρτίως εἰρημένων καὶ τῶν συμφώνως τούτοις τὴν ἀνάστασιν πιστουμένων, τὸ τοῖς αὐτοῖς ἐπὶ πλεῖον ἐνδιατρίβειν οὐκ ἔτ᾿ ἂν ἔχοι καιρόν· οὐ γὰρ τὸ μηδὲν παραλιπεῖν τῶν ἐνόντων εἰπεῖν πεποιήμεθα σκοπόν, ἀλλὰ τὸ κεφαλαιωδῶς ὑποδεῖξαι τοῖς συνελθοῦσιν ἅ χρὴ περὶ ἀναστάσεως φρονεῖν, καὶ τῇ δυνάμει τῶν παρόντων συμμετρῆσαι τὰς ἐπὶ τοῦτο φερούσας ἀφορμάς. Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἥδη μὲν τοῖς εἰρημένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόνον ἐπιστασίας καὶ προσθήκης δεόμενον, ὡς μὴ δοκεῖν τι τῶν μικρῶς ἡμῖν εἰρημένων ἀμνημόνευτον καταλιπεῖν καὶ παραβλάψαι τὴν ὑπόθεσιν ἢ τὴν ἐξ ἀρχῆς γενομένην διαίρεσιν. Τούτων τε οὖν ἕνεκεν καὶ τῶν ἐπὶ τούτοις ἐγκεισομένων καλῶς ἂν ἔχοι τοσοῦτον ἐπισημήνασθαι μόνον, ὅτι δεῖ καὶ τῶν ἐκ φύσεως συνισταμένων καὶ τῶν κατὰ τέχνην γινομένων οἰκεῖον ἑκάστου τέλος εἶναι, τοῦτό που καὶ τῆς κοινῆς πάντων ἐννοίας ἐκδιδασκούσης ἡμᾶς καὶ τῶν ἐν ὀφθαλμοῖς στρεφομένων ἐπιμαρτυρούντων. Ἦ γὰρ οὐ θεωροῦμεν ἕτερόν τι τοῖς γεωργοῦσιν, ἕτερον δὲ τοῖς ἰατρεύουσιν ὑποκείμενον τέλος, καὶ πάλιν ἄλλο μέν τι τῶν ἐκ γῆς φυομένων, ἄλλο δὲ τῶν ἐπ᾿ αὐτῆς τρεφομένων ζώων καὶ κατά τινα φυσικὸν εἱρμὸν γεννωμένων; Εἰ δὲ τοῦτ᾿ ἔστιν ἐναργὲς καὶ δεῖ πάντως ταῖς φυσικαῖς ἢ τεχνικαῖς δυνάμεσι καὶ ταῖς ἐκ τούτων ἐνεργείαις τὸ κατὰ φύσιν ἕπεσθαι τέλος, ἀνάγκη πᾶσα καὶ τὸ τῶν ἀνθρώπων τέλος, ὡς ἰδιαζούσης ὂν φύσεως, ἐξῃρῆσθαι τῆς τῶν ἄλλων κοινότητος· ἐπεὶ μηδὲ θεμιτὸν ταὐτὸν ὑποθέσθαι τέλος τῶν τε λογικῆς κρίσεως ἀμοιρούντων καὶ τῶν κατὰ τὸν ἔμφυτον νόμον καὶ λόγον ἐνεργούντων, ἔμφρονί τε ζωῇ καὶ δίκῃ χρωμένων. Οὔτ᾿ οὖν τὸ ἄλυπον οἰκεῖον τούτοις ἂν εἴη τέλος, μετείη γὰρ ἂν τούτου καὶ τοῖς παντελῶς ἀναισθητοῦσιν· ἀλλ᾿ οὐδὲ τῶν τὸ σῶμα τρεφόντων ἢ τερπόντων ἀπόλαυσις καὶ πλῆθος ἡδονῶν· ἢ πρωτεύειν ἀνάγκη τὸν κτηνώδη βίον, ἀτελῆ δὲ εἶναι τὸν κατ᾿ ἀρετήν. Κτηνῶν γὰρ οἶμαι καὶ βοσκημάτων οἰκεῖον τοῦτο τέλος, οὐκ ἀνθρώπων ἀθανάτῳ ψυχῇ καὶ λογικῇ κρίσει χρωμένων. Οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος ἐξ ἀμφοῖν· τοιοῦτος γὰρ πᾶς ὁ τόνδε τὸν βίον λαχὼν ἄνθρωπος, καὶ δεῖ τῆς τούτου ζωῆς εἶναί τι τέλος οἰκεῖον. Εἰ δὲ τοῦ συναμφοτέρου τὸ τέλος, τοῦτο δὲ οὔτε ζώντων αὐτῶν ἔτι κατὰ τόνδε τὸν βίον εὑρεθῆναι δυνατὸν διὰ τὰς πολλάκις ἤδη ῥηθείσας αἰτίας, οὔτε μὴν ἐν χωρισμῷ τυγχανούσης τῆς ψυχῆς, τῷ μηδὲ συνεστάναι τὸν τοιοῦτον ἄνθρωπον διαλυθέντος ἢ καὶ πάντη σκεδασθέντος τοῦ σώματος, κἂν ἡ ψυχὴ διαμένῃ καθ᾿ ἑαυτήν, ἀνάγκη πᾶσα κατ᾿ ἄλλην τινὰ τοῦ συναμφοτέρου καὶ τοῦ αὐτοῦ ζώου σύστασιν τὸ τῶν ἀνθρώπων φανῆναι τέλος. Τούτου δ᾿ ἐξ ἀνάγκης ἑπομένου, δεῖ πάντως γενέσθαι τῶν νεκρωθέντων ἢ καὶ πάντη διαλυθέντων σωμάτων ἀνάστασιν καὶ τοὺς αὐτοὺς ἀνθρώπους συστῆναι πάλιν· ἐπειδή γε τὸ μὲν τέλος οὐχ ἁπλῶς, οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων, ὁ τῆς φύσεως τίθεται νόμος, ἀλλ᾿ αὐτῶν ἐκείνων τῶν κατὰ τὴν προλαβοῦσαν ζωὴν βεβιωκότων, τοὺς δ᾿ αὐτοὺς ἀνθρώπους συστῆναι πάλιν ἀμήχανον, μὴ τῶν αὐτῶν σωμάτων ταῖς αὐταῖς ψυχαῖς ἀποδοθέντων. Τὸ δ᾿ αὐτὸ σῶμα τὴν αὐτὴν ψυχὴν ἀπολαβεῖν ἄλλως μὲν ἀδύνατον, κατὰ μόνην δὲ τὴν ἀνάστασιν δυνατόν· ταύτης γὰρ γενομένης καὶ τὸ τῇ φύσει τῶν ἀνθρώπων πρόσφορον ἐπακολουθεῖ τέλος. Τέλος δὲ ζωῆς ἔμφρονος καὶ λογικῆς κρίσεως οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὸ τούτοις ἀπερισπάστως συνδιαιωνίζειν οἷς μάλιστα καὶ πρώτως ὁ φυσικὸς συνήρμοσται λόγος, τῇ τε θεωρίᾳ τοῦ ὄντος καὶ τῶν ἐκείνῳ δεδογμένων ἀπαύστως ἐπαγάλλεσθαι· κἂν οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμπαθέστερον καὶ σφοδρότερον τοῖς τῇδε προσπεπονθότες ἄστοχοι τούτου διατελῶσιν. Οὐ γὰρ ἀκυροῖ τὴν κοινὴν ἀποκλήρωσιν τὸ πλῆθος τῶν ἀποπιπτόντων τοῦ προσήκοντος αὐτοῖς τέλους, ἰδιαζούσης τῆς ἐπὶ τούτοις ἐξετάσεως καὶ τῆς ἑκάστῳ συμμετρουμένης ὑπὲρ τῶν εὖ ἢ κακῶς βεβιωμένων τιμῆς ἢ δίκης.