Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. Ὁ μὲν Εὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θεῶν διαπορῶν· Ὤφειλε δ᾿, εἴπερ ἔστ᾿ ἐν οὐρανῷ Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι. Επὶ δὲ τοῦ κατ᾿ ἐπιστήμην νοητοῦ ὡς ἔχει νοῦς δογματίζων· Ὁρᾷς τὸν ὑψοῦ τόνδ᾿ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ᾿ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ᾿ ἡγοῦ θεόν. Τῶν μὲν γὰρ οὔτε τὰς οὐσίας, αἷς ἐπικατηγορεῖσθαι τὸ ὄνομα συμβέβηκεν, ὑποκειμένας ἑώρα (Ζῆνα γάρ, ὅστις ἐστὶ Ζεύς, οὐκ οἶδα πλὴν λόγῳ) οὔτε τὰ ὀνόματα καθ᾿ ὑποκειμένων κατηγορεῖσθαι πραγμάτων. (Ὧν γὰρ αἱ οὐσίαι οὐχ ὑπόκεινται, τί πλέον αὐτοῖς τῶν ὀνομάτων;) Τὸν δὲ ἀπὸ τῶν ἔργων, ὄψει τῶν ἀδήλων νοῶν τὰ φαινόμενα ἀέρος, αἰθέρος, γῆς. Οὗ οὖν τὰ ποιήματα καὶ ὑφ᾿ οὗ τῷ πνεύματι ἡνιοχεῖται, τοῦτον κατελαμβάνετο εἶναι θεόν, συνᾴδοντος τούτῳ καὶ Σοφοκλέους· Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακράν, πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τὰ ἐκείνου πληρουμένην ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἶναι, διδάσκων. Καὶ Φιλόλαος δέ, ὥσπερ ἐν φρουρᾷ πάντα ὑπὸ τοῦ θεοῦ περιειλῆφθαι λέγων, καὶ τὸ ἕνα εἶναι καὶ τὸ ἀνωτέρω τῆς ὕλης δεικνύει. Λύσις δὲ καὶ Ὄψιμος ὁ μὲν ἀριθμὸν ἄῤῥητον ὁρίζεται τὸν θεόν, ὁ δὲ τοῦ μεγίστου τῶν ἀριθμῶν τὴν παρὰ τὸν ἐγγυτάτω ὑπεροχήν. Εἰ δὲ μέγιστος μὲν ἀριθμὸς ὁ δέκα κατὰ τοὺς Πυθαγορικούς, ὁ τετρακτύς τε ὢν καὶ πάντας τοὺς ἀριθμητικοὺς καὶ τοὺς ἁρμονίους περιέχων λόγους, τούτῳ δὲ ἐγγὺς παράκειται ὁ ἐννέα, μονάς ἐστιν ὁ θεός, τοῦτ᾿ ἔστιν εἷς. Ἑνὶ γὰρ ὑπερέχει ὁ μέγιστος τὸν ἐγγυτάτω ἐλάχιστον αὐτῷ. Πλάτων δὲ καὶ Ἀριστοτέλης, καὶ οὐχ ὡς ἐπιδεικνύων τὰ δόγματα τῶν φιλοσόφων ἐπ᾿ ἀκριβές, οὕτως ἃ εἰρήκασι περὶ θεοῦ διέξειμι· οἶδα γὰρ ὅτι ὅσον συνέσει καὶ ἰσχύϊ τῆς βασιλείας πάντων ὑπερέχετε τοσοῦτον καὶ τῷ πᾶσαν παιδείαν ἀκριβοῦν πάντων κρατεῖτε, οὕτω καθ᾿ ἕκαστον παιδείας μέρος κατορθοῦντες ὡς οὐδὲ οἱ ἓν αὐτῆς μόριον ἀποτεμνόμενοι. Ἀλλ᾿ ἐπειδὴ ἀδύνατον δεικνύειν ἄνευ παραθέσεως ὀνομάτων ὅτι μὴ μόνοι εἰς μονάδα τὸν θεὸν κατακλείομεν, ἐπὶ τὰς δόξας ἐτραπόμην. Φησὶν οὖν ὁ Πλάτων· Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν· ἕνα τὸν ἀγένητον καὶ ἀίδιον νοῶν θεόν. Εἰ δ᾿ οἶδεν καὶ ἄλλους, οἷον ἥλιον καὶ σελήνην καὶ ἀστέρας, ἀλλ᾿ ὡς γενητοὺς οἶδεν αὐτούς· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος· τὸ μὲν οὖν δεθὲν πᾶν λυτόν. Εἰ τοίνυν οὐκ ἔστιν ἄθεος Πλάτων, ἕνα τὸν δημιουργὸν τῶν ὅλων νοῶν ἀγένητον θεόν, οὐδὲ ἡμεῖς ἄθεοι, ὑφ᾿ οὗ λόγῳ δεδημιούργηται καὶ τῷ παρ᾿ αὐτοῦ πνεύματι συνέχεται τὰ πάντα τοῦτον εἰδότες καὶ κρατοῦντες θεόν. Ὁ δὲ Ἀριστοτέλης καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἕνα ἄγοντες οἱονεὶ ζῶον σύνθετον, ἐκ ψυχῆς καὶ σώματος συνεστηκότα λέγουσι τὸν θεόν, σῶμα μὲν αὐτοῦ τὸ αἰθέριον νομίζοντες, τούς τε πλανωμένους ἀστέρας καὶ τὴν σφαῖραν τῶν ἀπλανῶν, κινούμενα κυκλοφορητικῶς, ψυχὴν δὲ τὸν ἐπὶ τῇ κινήσει τοῦ σώματος λόγον, αὐτὸν μὲν οὐ κινούμενον, αἴτιον δὲ τῆς τούτου κινήσεως γινόμενον. Οἱ δὲ ἀπὸ τῆς στοᾶς, κἂν ταῖς προσηγορίαις κατὰ τὰς παραλλάξεις τῆς ὕλης, δι᾿ ἧς φασι τὸ πνεῦμα χωρεῖν τοῦ θεοῦ, πληθύνωσι τὸ θεῖον τοῖς ὀνόμασι, τῷ γοῦν ἔργῳ ἕνα νομίζουσι τὸν θεόν· εἰ γὰρ ὁ μὲν θεὸς πῦρ τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γενέσεις κόσμου, ἐμπεριειληφὸς ἅπαντας τοὺς σπερματικοὺς λόγους, καθ᾿ οὕς ἕκαστα καθ᾿ εἱμαρμένην γίνεται, τὸ δὲ πνεῦμα αὐτοῦ διήκει δι᾿ ὅλου τοῦ κόσμου, ὁ θεὸς εἷς κατ᾿ αὐτούς, Ζεὺς μὲν κατὰ τὸ ζέον τῆς ὕλης ὀνομαζόμενος, Ἥρα δὲ κατὰ τὸν ἀέρα, καὶ τὰ λοιπὰ καθ᾿ ἕκαστον τῆς ὕλης μέρος δι᾿ ἧς κεχώρηκε καλούμενος. Ὅταν οὖν τὸ μὲν εἷναι ἓν τὸ θεῖον ὡς ἐπὶ τὸ πλεῖστον κἂν μὴ θέλωσι τοῖς πᾶσι συμφωνῆται ἐπὶ τὰς ἀρχὰς τῶν ὅλων παραγινομένοις, ἡμεῖς δὲ κρατύνωμεν τὸν διακοσμήσαντα τὸ πᾶν τοῦτο τοῦτον εἶναι τὸν θεόν, τίς ἡ αἰτία τοῖς μὲν ἐπ᾿ ἀδείας ἐξεῖναι καὶ λέγειν καὶ γράφειν περὶ τοῦ θείου ἃ θέλουσιν, ἐφ᾿ ἡμῖν δὲ κεῖσθαι νόμον, οἵ ἔχομεν ὅ τι καὶ νοοῦμεν καὶ ὀρθῶς πεπιστεύκαμεν, ἕνα θεὸν εἶναι, ἀληθείας σημείοις καὶ λόγοις παραστῆσαι; Ποιηταὶ μὲν γὰρ καὶ φιλόσοφοι, ὡς καὶ τοῖς ἄλλοις, ἐπέβαλον στοχαστικῶς, κινηθέντες μὲν κατὰ συμπάθειαν τῆς παρὰ τοῦ θεοῦ πνοῆς ὑπὸ τῆς αὐτὸς αὐτοῦ ψυχῆς ἕκαστος ζητῆσαι, εἰ δυνατὸς εὑρεῖν καὶ νοῆσαι τὴν ἀλήθειαν· τοσοῦτον δὲ δυνηθέντες ὅσον περινοῆσαι οὐχ εὕρηνται, ὡς οὐ παρὰ θεοῦ περὶ θεοῦ ἀξιώσαντες μαθεῖν ἀλλὰ παρ᾿ αὐτοῦ ἕκαστος· διὸ καὶ ἄλλος ἄλλως ἐδογμάτισεν αὐτῶν καὶ περὶ θεοῦ καὶ περὶ ὕλης καὶ περὶ εἰδῶν καὶ περὶ κόσμου. Ἡμεῖς δὲ ὧν νοοῦμεν καὶ πεπιστεύκαμεν ἔχομεν προφήτας μάρτυρας, οἵ πνεύματι ἐνθέῳ ἐκπεφωνήκασι καὶ περὶ τοῦ θεοῦ καὶ περὶ τῶν τοῦ θεοῦ. Εἴποιτε δ᾿ ἂν καὶ ὑμεῖς, συνέσει καὶ τῇ περὶ τὸ ὄντως θεῖον εὐσεβείᾳ τοὺς ἄλλους προὔχοντες, ὡς ἔστιν ἄλογον παραλιπόντας πιστεύειν τῷ παρὰ τοῦ θεοῦ πνεύματι, ὡς ὄργανα κεκινηκότι τὰ τῶν προφητῶν στόματα, προσέχειν δόξαις ἀνθρωπίναις. Ὅτι τοίνυν εἷς ἐξ ἀρχῆς ὁ τοῦδε τοῦ παντὸς ποιητὴς θεὸς οὑτωσὶ σκέψασθε, ἵν᾿ ἔχητε καὶ τὸν λογισμὸν ἡμῶν τῆς πίστεως. Εἰ δύο ἐξ ἀρχῆς ἢ πλείους ἦσαν θεοί, ἤτοι ἐν ἑνὶ καὶ ταὐτῷ ἦσαν ἢ ἰδίᾳ ἕκαστος αὐτῶν. Ἐν μὲν οὖν ἑνὶ καὶ ταὐτῷ εἶναι οὐκ ἠδύναντο. Οὐ γὰρ εἰ θεοὶ ὅμοιοι, ἀλλ᾿ ὅτι ἀγένητοι οὐχ ὅμοιοι· τὰ μὲν γὰρ γενητὰ ὅμοια τοῖς παραδείγμασι, τὰ δὲ ἀγένητα ἀνόμοια, οὔτε ἀπό τινος οὔτε πρός τινα γενόμενα. Εἰ δέ, ὡς χεὶρ καὶ ὀφθαλμὸς καὶ ποὺς περὶ ἓν σῶμά εἰσιν τὰ μέρη, ἕνα ἐξ αὐτῶν συμπληροῦντες, ὁ θεὸς εἶς; Καίτοι ὁ μὲν Σωκράτης, παρὸ γενητὸς καὶ φθαρτός, συγκείμενος καὶ διαιρούμενος εἰς μέρη· ὁ δὲ θεὸς ἀγένητος καὶ ἀπαθὴς καὶ ἀδιαίρετος, οὐκ ἄρα συνεστὼς ἐκ μερῶν. Εἰ δὲ ἰδίᾳ ἕκαστος αὐτῶν, ὄντος τοῦ τὸν κόσμον πεποιηκότος ἀνωτέρω τῶν γεγονότων καὶ περὶ ἃ ἐποίησέ τε καὶ ἐκόσμησε, ποῦ· ὁ ἕτερος ἢ οἱ λοιποί; Εἰ γὰρ ὁ μὲν κόσμος σφαιρικὸς ἀποτελεσθεὶς οὐρανοῦ κύκλοις ἀποκέκλεισται, ὁ δὲ τοῦ κόσμου ποιητὴς ἀνωτέρω τῶν γεγονότων ἐπέχων αὐτὸν τῇ τούτων προνοίᾳ, τίς ὁ τοῦ ἑτέρου θεοῦ ἢ τῶν λοιπῶν τόπος; Οὔτε γὰρ ἐν τῷ κόσμῳ ἐστίν, ὅτι ἑτέρου ἐστίν· οὔτε περὶ τὸν κόσμον, ὑπὲρ γὰρ τοῦτον ὁ τοῦ κόσμου ποιητὴς θεός. Εἰ δὲ μήτε ἐν τῷ κόσμῳ ἐστὶ μήτε περὶ τὸν κόσμον (τὸ γὰρ περὶ αὐτὸν πᾶν ὑπὸ τούτου κατέχεται), ποῦ ἐστιν; Ἀνωτέρω τοῦ κόσμου καὶ τοῦ θεοῦ; Ἐν ἑτέρῳ κόσμῳ ἢ περὶ ἕτερον; Ἀλλ᾿ εἰ μέν ἐστιν ἐν ἑτέρῳ ἢ περὶ ἕτερον, οὔτε περὶ ἡμᾶς ἐστιν ἔτι (οὔ τε γὰρ κόσμου κρατεῖ), οὔτε αὐτὸς δυνάμει μέγας ἐστίν (ἐν γὰρ περιωρισμένῳ τόπῳ ἐστίν). Εἰ δὲ οὔτε ἐν ἑτέρῳ κόσμῳ ἐστὶν (πάντα γὰρ ὑπὸ τούτου πεπλήρωται) οὔτε περὶ ἕτερον (πάντα γὰρ ὑπὸ τούτου κατέχεται), καὶ οὐκ ἔστιν, οὐκ ὄντος ἐν ᾧ ἐστιν. Ἢ τί ποιεῖ, ἑτέρου μὲν ὄντος οὗ ἐστιν ὁ κόσμος, αὐτὸς δὲ ἀνωτέρω ὢν τοῦ ποιητοῦ τοῦ κόσμου, οὐκ ὤν δὲ οὔτε ἐν κόσμῳ οὔτε περὶ κόσμον; Ἀλλ᾿ ἔστι τι ἕτερον, ἵνα που στῇ; Ἀλλ᾿ ὑπὲρ αὐτὸν ὁ θεὸς καὶ τὰ τοῦ θεοῦ. Καὶ τίς ἔσται τόπος, τὰ ὑπὲρ τὸν κόσμον τούτου πεπληρωκότος; Ἀλλὰ προνοεῖ; Καὶ μὴν οὐδέν, εἰ μὴ προνοεῖ, πεποίηκεν. Εἰ δὲ μὴ ποιεῖ μήτε προνοεῖ μήτε ἐστὶ τόπος ἕτερος ἐν ᾧ ἐστιν, εἷς οὗτος ἐξ ἀρχῆς καὶ μόνος ὁ ποιητὴς τοῦ κόσμου θεός. Εἰ μὲν οὖν ταῖς τοιαύταις ἐννοίαις ἀπηρκούμεθα, ἀνθρωπικὸν ἄν τις εἶναι τὸν καθ᾿ ἡμᾶς ἐνόμισε λόγον. Ἐπεὶ δὲ αἱ φωναὶ τῶν προφητῶν πιστοῦσιν ἡμῶν τοὺς λογισμούς (νομίζω καὶ ὑμᾶς, φιλομαθεστάτους καὶ ἐπιστημονεστάτους ὄντας, οὐκ ἀνοήτους γεγονέναι οὔτε τῶν Μωσέως οὔτε τῶν Ἠσαΐου καὶ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, οἳ κατ᾿ ἔκστασιν τῶν ἐν αὐτοῖς λογισμῶν κινήσαντος αὐτοὺς τοῦ θείου πνεύματος ἃ ἐνηργοῦντο ἐξεφώνησαν, συγχρησαμένου τοῦ πνεύματος ὡσεὶ καὶ αὐλητὴς αὐτὸν ἐμπνεύσαι), τί οὖν οὗτοι; Κύριος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Καὶ πάλιν· Ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. Ὁμοίως· Ἔμπροσθεν ἐμοῦ οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται· ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ. Καὶ περὶ τοῦ μεγέθους· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Καταλείπω δὲ ὑμῖν, ἐπ᾿ αὐτῶν τῶν βιβλίων γενομένοις, ἀκριβέστερον τὰς ἐκείνων ἐξετάσαι προφητείας, ὅπως μετὰ τοῦ προσήκοντος λογισμοῦ τὴν καθ᾿ ἡμᾶς ἐπήρειαν ἀποσκευάσησθε.