Εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοί, καὶ ἡ θυγάτηρ τῆς Δερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαιφόνος, ἔδοξε Συρία θεός, καὶ διὰ τὴν Δερκετὼ καὶ τὰς περιστερὰς καὶ τὴν Σεμίραμιν σέβουσι Σύροι (τὸ γὰρ ἀδύνατον, εἰς περιστερὰν μετέβαλεν ἡ γυνή· ὁ μῦθος παρὰ Κτησίᾳ), τί θαυμαστὸν τοὺς μὲν ἐπὶ ἀρχῇ καὶ τυραννίδι ὑπὸ τῶν κατ᾿ αὐτοὺς κληθῆναι θεούς· Σίβυλλα (μέμνηται δ᾿ αὐτῆς καὶ Πλάτων)· Καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, Ἐξ οὗ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας. Καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ οὓς ἐκάλεσσαν Ἄνθρωποι, Γαῖάν τε καὶ Οὐρανὸν οὔνομα θέντες, Οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων· τοὺς δ᾿ ἐπ᾿ ἰσχύϊ, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ᾿ ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν; Οἷς μὲν οὖν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετεδίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ αἰδοῖ μετεῖχον τοῦ ὀνόματος. Καὶ Ἀντίνους φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός. Οἱ δὲ μετ᾿ αὐτοὺς ἀβασανίστως παρεδέξαντο. Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες. Πιστεύων Καλλίμαχε ταῖς γοναῖς τοῦ Διὸς ἀπιστεῖς αὐτοῦ τῷ τάφῳ, καὶ νομίζων ἐπισκιάσειν τἀληθὲς καὶ τοῖς ἀγνοοῦσι κηρύσσεις τὸν τεθνηκότα· κἂν μὲν τὸ ἄντρον βλέπῃς, τὸν Ῥέας ὑπομιμνήσκῃ τόκον, ἂν δὲ τὴν σορὸν ἴδῃς, ἐπισκοτεῖς τῷ τεθνηκότι, οὐκ εἰδὼς ὅτι μόνος ἀΐδιος ὁ ἀγένητος θεός. Ἢ γὰρ ἄπιστοι οἱ ὑπὸ τῶν πολλῶν καὶ ποιητῶν λεγόμενοι μῦθοι περὶ τῶν θεῶν καὶ περισσὴ ἡ περὶ αὐτοὺς εὐσέβεια (οὐ γὰρ εἰσὶν ὧν ψευδεῖς οἱ λόγοι), ἢ εἰ ἀληθεῖς αἱ γενέσεις, οἱ ἔρωτες, αἱ μιαιφονίαι, αἱ κλοπαί, αἱ ἐκτομαί, οἱ κεραυνοί, οὐκέτ᾿ εἰσί, παυσάμενοι εἶναι, ἐπεὶ καὶ ἐγένοντο οὐκ ὄντες. Τίς γὰρ τοῖς μὲν πιστεύειν λόγος, τοῖς δὲ ἀπιστεῖν, ἐπὶ τὸ σεμνότερον περὶ αὐτῶν τῶν ποιητῶν ἱστορηκότων; Οὐ γὰρ ἂν δι᾿ οὓς ἐνομίσθησαν θεοί, σεμνοποιήσαντας τὴν κατ᾿ αὐτοὺς ἱστορίαν, οὗτοι τὰ πάθη τὰ αὐτῶν ἐψεύσαντο. Ὡς μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι, θεὸν ἄγοντες τὸν ποιητὴν τοῦδε τοῦ παντὸς καὶ τὸν παρ᾿ αὐτοῦ λόγον, κατὰ δύναμιν τὴν ἐμήν, εἰ καὶ μὴ πρὸς ἀξίαν, ἐλήλεγκται. Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ᾿ ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίττεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμᾶς τοῦ βίου ἢ πικροὺς καὶ ἀπαραιτήτους τῇ τῶν αἰτιῶν ὑπερβολῇ τοὺς ἄρχοντας παρασκευάσειν, πρὸς εἰδότας παίζοντες ὅτι ἄνωθέν πως ἔθος, καὶ οὐκ ἐφ᾿ ἡμῶν μόνον, κατά τινα θεῖον νόμον καὶ λόγον παρηκολούθηκε, προσπολεμεῖν τὴν κακίαν τῇ ἀρετῇ. Οὕτω καὶ Πυθαγόρας μὲν ἅμα τριακοσίοις ἑτέροις κατεφλέχθη πυρί, Ἡράκλειτος δὲ καὶ Δημόκριτος, ὁ μὲν τῆς Ἐφεσίων πόλεως ἠλαύνετο, ὁ δὲ τῆς Ἀβδηριτῶν, ἐπικατηγορούμενος μεμηνέναι, καὶ Σωκράτους Ἀθηναῖοι θάνατον κατέγνωσαν. Ἀλλ᾿ ὡς ἐκεῖνοι οὐδὲν χείρους εἰς ἀρετῆς λόγον διὰ τὴν τῶν πολλῶν δόξαν, οὐδ᾿ ἡμῖν οὐδὲν ἐπισκοτεῖ πρὸς ὀρθότητα βίου ἡ παρά τινων ἄκριτος βλασφημία· εὐδοξοῦμεν γὰρ παρὰ τῷ θεῷ. Πλὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἀπαντήσω τὰ ἐγκλήματα. Ὑμῖν μὲν οὖν καὶ δι᾿ ὧν εἴρηκα εὖ οἶδα ἀπολελογῆσθαι ἐμαυτόν. Συνέσει γὰρ πάντας ὑπερφρονοῦντες, οἷς ὁ βίος ὡς πρὸς στάθμην τὸν θεὸν κανονίζεται, ὅπως ἀνυπαίτιος καὶ ἀνεπίληπτος ἕκαστος ἡμῶν ἄνθρωπος αὐτῷ γένοιτο, ἴστε τούτους μηδ᾿ εἰς ἔννοιάν ποτε τοῦ βραχυτάτου ἐλευσομένους ἁμαρτήματος. Εἰ μὲν γὰρ ἕνα τὸν ἐνταῦθα βίον βιώσεσθαι πεπείσμεθα, κἂν ὑποπτεύειν ἐνῆν δουλεύοντας σαρκὶ καὶ αἵματι ἢ κέρδους ἢ ἐπιθυμίας ἐλάττους γενομένους ἁμαρτεῖν· ἐπεὶ δὲ ἐφεστηκέναι μὲν οἷς ἐννοοῦμεν, οἷς λαλοῦμεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν τὸν θεὸν οἴδαμεν, πάντα δὲ φῶς αὐτὸν ὄντα καὶ τὰ ἐν τῇ καρδίᾳ ἡμῶν ὁρᾶν, πεπείσμεθα τοῦ ἐνταῦθα ἀπαλλαγέντες βίου βίον ἕτερον βιώσεσθαι, ἀμείνονα ἢ κατὰ τὸν ἐνθάδε καὶ ἐπουράνιον, οὐκ ἐπίγειον (ὡς ἂν μετὰ θεοῦ καὶ σὺν θεῷ ἀκλινεῖς καὶ ἀπαθεῖς τὴν ψυχήν, οὐχ ὡς σάρκες, κἂν ἔχωμεν, ἀλλ ὡς οὐράνιον πνεῦμα, μενοῦμεν), ἢ συγκαταπίπτοντες τοῖς λοιποῖς χείρονα καὶ διὰ πυρός· οὐ γὰρ καὶ ἡμᾶς ὡς πρόβατα ἢ ὑποζύγια, πάρεργον καὶ ἵνα ἀπολοίμεθα καὶ ἀφανισθείημεν, ἔπλασεν ὁ θεός. Ἐπὶ τούτοις οὐκ εἰκὸς ἡμᾶς ἐθελοκακεῖν, οὐδ᾿ αὐτοὺς τῷ μεγάλῳ παραδιδόναι κολασθησομένους δικαστῇ. Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν· καὶ τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια. Χρῆν δ᾿ αὐτούς, εἰ δεινὸν τὸ ἐπ᾿ ἀδείας καὶ ἀδιαφόρως μίγνυσθαι κρίνειν ἔμελλον, ἢ τὸν Δία μεμισηκέναι, ἐκ μητρὸς μὲν Ῥέας θυγατρὸς δὲ Κόρης πεπαιδοποιημένον, γυναικὶ δ᾿ ἰδίᾳ ἀδελφῇ χρώμενον, ἢ τὸν τούτων ποιητὴν Ὀρφέα, ὅτι καὶ ἀνόσιον ὑπὲρ τὸν Θυέστην καὶ μιαρὸν ἐποίησε τὸν Δία· καὶ γὰρ οὗτος τῇ θυγατρὶ κατὰ χρησμὸν ἐμίγη, βασιλεῦσαι θέλων καὶ ἐκδικηθῆναι. Ἡμεῖς δὲ τοσοῦτον ἀδιάφοροι εἶναι ἀπέχομεν, ὡς μηδὲ ἰδεῖν ἡμῖν πρὸς ἐπιθυμίαν ἐξεῖναι. Ὁ γὰρ βλέπων, φησί, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη μεμοίχευκεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οἷς οὖν μηδὲν τὸ πλέον ἔξεστιν ὁρᾶν ἢ ἐφ᾿ ἃ ἔπλασεν τοὺς ὀφθαλμοὺς ὁ θεός, ἡμῖν φῶς αὐτοὺς εἶναι, καὶ οἷς τὸ ἰδεῖν ἡδέως μοιχεία, ἐφ᾿ ἕτερα τῶν ὀφθαλμῶν γεγονότων, μέχρις ἐννοίας κριθησομένοις, πῶς ἂν οὗτοι ἀπιστηθεῖεν σωφρονεῖν; Οὐ γὰρ πρὸς ἀνθρωπικοὺς νόμους ὁ λόγος ἡμῖν, οὓς ἄν τις γενόμενος πονηρὸς καὶ λάθοι (ἐν ἀρχῇ δὲ ὑμῖν, δεσπόται, θεοδίδακτον εἶναι τὸν καθ᾿ ἡμᾶς λόγον ἐπιστούμην), ἀλλ᾿ ἔστιν ἡμῖν νόμος ὃς δικαιοσύνης μέτρον ἐποίησεν αὐτοὺς καὶ τοὺς πέλας ἔχειν. Διὰ τοῦτο καὶ καθ᾿ ἡλικίαν τοὺς μὲν υἱοὺς καὶ θυγατέρας νοοῦμεν, τοὺς δὲ ἀδελφοὺς ἔχομεν καὶ ἀδελφάς, καὶ τοῖς προβεβηκόσι τὴν τῶν πατέρων καὶ μητέρων τιμὴν ἀπονέμομεν. Οὓς οὖν ἀδελφοὺς καὶ ἀδελφὰς καὶ τὰ λοιπὰ τοῦ γένους νοοῦμεν ὀνόματα, περὶ πολλοῦ ἡμῖν ἀνύβριστα καὶ ἀδιάφθορα αὐτῶν τὰ σώματα μένειν, πάλιν ἡμῖν λέγοντος τοῦ λόγου· Ἐάν τις διὰ τοῦτο ἐκ δευτέρου καταφιλήσῃ, ὅτι ἤρεσεν αὐτῷ· καὶ ἐπιφέροντος· Οὕτως οὖν ἀκριβώσασθαι τὸ φίλημα μᾶλλον δὲ τὸ προσκύνημα δεῖ, ὡς, εἴπου μικρὸν τῇ διανοίᾳ παραθολωθείη, ἔξω ἡμᾶς τῆς αἰωνίου τιθέντος ζωῆς. Ἐλπίδα οὖν ζωῆς αἰωνίου ἔχοντες, τῶν ἐν τούτῳ τῷ βίῳ καταφρονοῦμεν, μέχρι καὶ τῶν τῆς ψυχῆς ἡδέων· γυναῖκα μὲν ἕκαστος ἡμῶν ἣν ἠγάγετο κατὰ τοὺς ὑφ᾿ ἡμῶν τεθειμένους νόμους νομίζων, καὶ ταύτην μέχρι τοῦ παιδοποιήσασθαι. Ὡς γὰρ ὁ γεωργὸς καταβάλλων εἰς γῆν τὰ σπέρματα ἄμητον περιμένει, οὐκ ἐπισπείρων, καὶ ἡμῖν μέτρον ἐπιθυμίας ἡ παιδοποιΐα. Εὕροις δ᾿ ἂν πολλοὺς τῶν παρ᾿ ἡμῖν, καὶ ἄνδρας καὶ γυναῖκας, καταγηράσκοντας ἀγάμους ἐλπίδι τοῦ μᾶλλον συνέσεσθαι τῷ θεῷ. Εἰ δὲ τὸ ἐν παρθενίᾳ καὶ ἐν εὐνουχίᾳ μεῖναι μᾶλλον παρίστησι τῷ θεῷ, τὸ δὲ μέχρις ἐννοίας καὶ ἐπιθυμίας ἐλθεῖν ἀπάγει, ὧν τὰς ἐννοίας φεύγομεν, πολὺ πρότερον τὰ ἔργα παραιτούμεθα. Οὐ γὰρ μελέτῃ λόγων ἀλλ᾿ ἐπιδείξει καὶ διδασκαλίᾳ ἔργων τὰ ἡμέτερα, ἢ οἷός τις ἐτέχθη μένειν ἢ ἐφ᾿ ἑνὶ γάμῳ· ὁ γὰρ δεύτερος εὐπρεπής ἐστι μοιχεία. Ὃς γὰρ ἂν ἀπολύσῃ, φησί, τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται, οὔτε ἀπολύειν ἐπιτρέπων ἧς ἔπαυσέ τις τὴν παρθενίαν οὔτε ἐπιγαμεῖν. Ὁ γὰρ ἀποστερῶν ἑαυτὸν τῆς προτέρας γυναικός, καὶ εἰ τέθνηκε, μοιχός ἐστι παρακεκαλυμμένος, παραβαίνων μὲν τὴν χεῖρα τοῦ θεοῦ, ὅτι ἐν ἀρχῇ ὁ θεὸς ἕνα ἄνδρα ἔπλασε καὶ μίαν γυναῖκα, λύων δὲ τὴν σαρκὸς πρὸς σάρκα κατὰ τὴν ἕνωσιν πρόσμιξιν εἰς τοῦ γένους κοινωνίαν. Ἀλλ᾿ οἱ τοιοῦτοι (ὢ τί ἂν εἴποιμι τὰ ἀπόῤῥητα;) ἀκούομεν τὰ τῆς παροιμίας Ἡ πόρνη τὴν σώφρονα. Οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμους πεποιημένοι τοῖς νέοις πάσης αἰσχρᾶς ἡδονῆς καὶ μηδὲ τῶν ἀρσένων φειδόμενοι, ἄρσενες ἐν ἄρσεσι τὰ δεινὰ κατεργαζόμενοι, ὅσων σεμνότερα καὶ εὐειδέστερα σώματα παντοίως αὐτὰ ὑβρίζοντες, ἀτιμοῦντες καὶ τὸ ποιητὸν τοῦ θεοῦ καλόν (οὐ γὰρ αὐτοποίητον ἐπὶ γῆς τὸ κάλλος, ἀλλὰ ὑπὸ χειρὸς καὶ γνώμης πεμπόμενον τοῦ θεοῦ), οὗτοι δὲ ἃ συνίσασιν αὐτοῖς καὶ τοὺς σφετέρους λέγουσι θεούς, ἐπ᾿ αὐτῶν ὡς σεμνὰ καὶ τῶν θεῶν αὐτὰ αὐχοῦντες, ταῦτα ἡμᾶς λοιδοροῦνται, κακίζοντες οἱ μοιχοὶ καὶ παιδερασταὶ τοὺς εὐνούχους καὶ μονογάμους, οἱ δίκην ἰχθύων ζῶντες· καὶ γὰρ οὗτοι καταπίνουσι τὸν ἐμπεσόντα, ἐλαύνοντες ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον. Καὶ τοῦτό ἐστι σαρκῶν ἅπτεσθαι ἀνθρωπικῶν, τὸ κειμένων νόμων, οὓς ὑμεῖς καὶ οἱ ὑμέτεροι πρόγονοι πρὸς πᾶσαν δικαιοσύνην ἐξετάσαντες ἐθήκατε, παρὰ τούτους αὐτοὺς βιάζεσθαι, ὡς μηδὲ τοὺς ὑφ᾿ ὑμῶν καταπεμπομένους ἡγεμόνας τῶν ἐθνῶν ἐξαρκεῖν ταῖς δίκαις, οἷς οὐδὲ παιομένοις μὴ παρέχειν ἑαυτοὺς οὐδὲ κακῶς ἀκούουσι μὴ εὐλογεῖν ἔξεστιν· οὐ γὰρ ἀπαρκεῖ δίκαιον εἶναι (ἔστι δὲ δικαιοσύνης ἴσα ἴσοις ἀμείβειν), ἀλλ᾿ ἀγαθοῖς καὶ ἀνεξικάκοις εἶναι πρόκειται.