Εἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· Τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μή εἰσι θεοὶ ἐφ᾿ οἷς ἱδρυόμεθα τὰ ἀγάλματα; Οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ᾿ ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. Τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίνεσθαί τινας ἐπ᾿ ὀνόματι εἰδώλων ἐνεργείας οὐδ᾿ ἡμεῖς ἀντιλέγομεν· οὐ μήν, εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπήθησαν ἕτεροι, θεοὺς νομιοῦμεν τοὺς ἐφ᾿ ἑκάτερα ἐνεργήσαντας. Ἀλλὰ καὶ ᾧ λόγῳ νομίζετε ἰσχύειν τὰ εἴδωλα, καὶ τίνες οἱ ἐνεργοῦντες, ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ᾿ ἀκριβὲς ἐξητάκαμεν. Ἀναγκαῖον δέ μοι, μέλλοντι δεικνύειν τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσι. Πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. Ἀλλὰ θεὸν μὲν τὸν νοῦν τοῦ κόσμου ἄγει, δαίμονας δὲ οὐσίας νοεῖ ψυχικάς, καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν ἀνθρώπων, ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. Πλάτων δέ, τὰ ἄλλα ἐπέχων, καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλάνητας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὧν δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ. Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ᾿ ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ αὐτῶν τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους. Ἆρ᾿ οὖν ὁ τὸν ἀΐδιον νοῦν καὶ λόγῳ καταλαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξειπών, τὸ ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ᾿ αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ πρώτης δυνάμεως, καὶ ὡς περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκεν πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων, καὶ περὶ δύο καὶ τρία, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα, περὶ τῶν ἐκ τῶν αἰσθητῶν γῆς τε καὶ οὐρανοῦ λεγομένων γεγονέναι μεῖζον ἢ καθ᾿ ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; Ἦ οὐκ ἔστιν εἰπεῖν. Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καί, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος. Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων. Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων· ἑτέρῳ σημαντικῷ προσειπεῖν αὐτὸν οὐκ ἔχων τῷ δημώδει ὀνόματι, οὐχ ὡς ἰδίῳ τοῦ θεοῦ ἀλλ᾿ εἰς σαφήνειαν, ὅτι μὴ δυνατὸν εἰς πάντας φέρειν κατὰ δύναμιν τὸν θεόν, προσεχρήσατο, ἐπικατηγορήσας τὸ μέγας, ἵνα διαστείλῃ τὸν οὐράνιον ἀπὸ τοῦ χαμᾶθεν, τὸν ἀγένητον ἀπὸ τοῦ γενητοῦ, τοῦ νεωτέρου μὲν οὐρανοῦ καὶ γῆς, νεωτέρου δὲ Κρητῶν, οἳ ἐξέκλεψαν αὐτὸν μὴ ἀναιρεθῆναι ὑπὸ τοῦ πατρός. Τί δαὶ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· Εἰ μὴ καὶ ποιηταὶ καὶ φιλόσοφοι ἕνα μὲν εἶναι ἐπεγίνωσκον θεόν, περὶ δὲ τούτων οἱ μὲν ὡς περὶ δαιμόνων, οἱ δὲ ὡς περὶ ὕλης, οἱ δὲ ὡς περὶ ἀνθρώπων γενομένων ἐφρόνουν, ἡμεῖς γε ἂν εἰκότως ἐξενηλατούμεθα, διαιρετικῷ λόγῳ καὶ περὶ θεοῦ καὶ ὕλης καὶ περὶ τῆς τούτων αὐτῶν οὐσίας κεχρημένοι; Ὡς γὰρ θεόν φαμεν καὶ υἱὸν τὸν λόγον αὐτοῦ καὶ πνεῦμα ἅγιον, ἑνούμενα μὲν κατὰ δύναμιν τὸν πατέρα τὸν υἱὸν τὸ πνεῦμα, ὅτι νοῦς λόγος σοφία ὁ υἱὸς τοῦ πατρός, καὶ ἀπόῤῥοια ὡς φῶς ἀπὸ πυρὸς τὸ πνεῦμα, οὕτως καὶ ἑτέρας εἶναι δυνάμεις κατειλήμμεθα περὶ τὴν ὕλην ἀρχούσας καὶ δι᾿ αὐτῆς, μίαν μὲν τὴν ἀντίθεον, οὐχ ὅτι ἀντιδοξοῦν τί ἐστι τῷ θεῷ, ὡς τῇ φιλίᾳ τὸ νεῖκος κατὰ τὸν Ἐμπεδοκλέα καὶ τῇ ἡμέρᾳ νὺξ κατὰ τὰ φαινόμενα (ἐπεὶ κἂν εἰ ἀνθειστήκει τι τῷ θεῷ ἐπαύσατο τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως), ἀλλ᾿ ὅτι τῷ τοῦ θεοῦ ἀγαθῷ, ὃ κατὰ συμβεβηκός ἐστιν αὐτῷ καὶ συνυπάρχον, ὡς χρόα σώματι, οὗ ἄνευ οὐκ ἔστιν (οὐχ ὡς μέρους ὄντος, ἀλλ᾿ ὡς κατ᾿ ἀνάγκην συνόντος παρακολουθήματος, ἡνωμένου καὶ συγκεχρωσμένου, ὡς τῷ πυρὶ ξανθῷ εἶναι καὶ τῷ αἰθέρι κυανῷ), ἐναντίον ἐστὶ τὸ περὶ τὴν ὕλην ἔχον πνεῦμα, γενόμενον μὲν ὑπὸ τοῦ θεοῦ, καθὸ οἱ λοιποὶ ὑπ᾿ αὐτοῦ γεγόνασιν ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πιστευσάμενον διοίκησιν. Τοῦτο γὰρ ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾿ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχῃ τῶν ὅλων πρόνοιαν, τὴν δὲ ἐπὶ μέρους οἱ ἐπ᾿ αὐτοῖς ταχθέντες ἄγγελοι. Ὡς δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων, αὐθαίρετον καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐχόντων (ἐπεὶ οὐκ ἂν οὔτ᾿ ἐτιμᾶτε τοὺς ἀγαθοὺς οὔτ᾿ ἐκολάζετε τοὺς πονηρούς, εἰ μὴ ἐπ᾿ αὐτοῖς ἦν καὶ ἡ κακία καὶ ἡ ἀρετή· καὶ οἱ μὲν σπουδαῖοι περὶ ἃ πιστεύονται ὑφ᾿ ὑμῶν, οἱ δὲ ἄπιστοι εὑρίσκονται), καὶ τὸ κατὰ τοὺς ἀγγέλους ἐν ὁμοίῳ καθέστηκεν. Οἱ μὲν γὰρ ἄλλοι, αὐθαίρετοι δὴ οἷοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ, ἔμειναν ἐφ᾿ οἷς αὐτοὺς ἐποίησεν καὶ διέταξεν ὁ θεός, οἱ δὲ ἐνύβρισαν καὶ τῇ τῆς οὐσίας ὑποστάσει καὶ τῇ ἀρχῇ, οὗτός τε ὁ τῆς ὕλης καὶ τῶν ἐν αὐτῇ εἰδῶν ἄρχων καὶ ἕτεροι τῶν περὶ τὸ πρῶτον τοῦτο στερέωμα, (ἴστε δὲ μηδὲν ἡμᾶς ἀμάρτυρον λέγειν, ἃ δὲ τοῖς προφήταις ἐκπεφώνηται μηνύειν) ἐκεῖνοι μὲν εἰς ἐπιθυμίαν πεσόντες παρθένων καὶ ἥττους σαρκὸς εὑρεθέντες, οὗτος δὲ ἀμελήσας καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων γενόμενος διοίκησιν. Ἐκ μὲν οὖν τῶν περὶ τὰς παρθένους ἐχόντων οἱ καλούμενοι ἐγεννήθησαν γίγαντες. Εἰ δέ τις ἐκ μέρους εἴρηται περὶ τῶν γιγάντων καὶ ποιηταῖς λόγος, μὴ θαυμάσητε, τῆς κοσμικῆς σοφίας καὶ θεολογικῆς ὅσον ἀλήθεια πιθανοῦ διαφέρει διαλλαττουσῶν, καὶ τῆς μὲν οὔσης ἐπουρανίου, τῆς δὲ ἐπιγείου· καὶ κατὰ τὸν ἄρχοντα τῆς ὕλης Ἴσμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα. Οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντων ψυχαὶ οἱ περὶ τὸν κόσμον εἰσὶ πλανώμενοι δαίμονες, ὁμοίας κινήσεις οἱ μὲν αἷς ἔλαβον συστάσεσιν, οἱ δαίμονες, οἱ δὲ αἷς ἔσχον ἐπιθυμίαις, οἱ ἄγγελοι, ποιούμενοι. Ὁ δὲ τῆς ὕλης ἄρχων, ὡς ἔστιν ἐξ αὐτῶν τῶν γινομένων ἰδεῖν, ἐναντία τῷ ἀγαθῷ τοῦ θεοῦ ἐπιτροπεύει καὶ διοικεῖ. Πολλάκι μοι πραπίδων διῆλθε φροντίς, Εἴτε τύχα εἴτε δαίμων τὰ βιότια κραίνει, Παρά τ᾿ ἐλπίδα καὶ παρὰ δίκαν Τοὺς μὲν ἀπ᾿ οἴκων ἀναπίπτοντας Ἄτερ βίου, τοὺς δ᾿ εὐτυχοῦντας ἄγει. Τὸ παρ᾿ ἐλπίδα καὶ δίκην εὖ πράττειν ἢ κακῶς ἐν ἀφασίᾳ τὸν Εὐριπίδην ἐποίησε, τίνος ἡ τοιαύτη τῶν περιγείων διοίκησις, ἐν ᾗ εἴποι τις ἄν· Πῶς οὖν τάδ᾿ εἰσορῶντες ἢ θεῶν γένος Εἶναι λέγωμεν, ἢ νόμοισι χρώμεθα; Τοῦτο καὶ τὸν Ἀριστοτέλη ἀπρονόητα εἰπεῖν τὰ κατωτέρω τοῦ οὐρανοῦ ἐποίησε, καίτοι τῆς ἀϊδίου ἐπ᾿ ἴσης ἡμῖν μενούσης προνοίας τοῦ θεοῦ· Ἡ γῆ δ᾿ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, Φύουσα ποίαν τἀμὰ πιαίνει βοτά· τῆς δὲ ἐπὶ μέρους πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, χωρούσης ἐπὶ τοὺς ἀξίους, καὶ τῶν λοιπῶν κατὰ τὸ κοινὸν συστάσεως νόμῳ λόγου προνοουμένων. Ἀλλ᾿ ἐπεὶ αἱ ἀπὸ τοὐναντίου πνεύματος δαιμονικαὶ κινήσεις καὶ ἐνέργειαι τὰς ἀτάκτους ταύτας ἐπιφορὰς παρέχουσιν, ἤδη καὶ τοὺς ἀνθρώπους ἄλλον ἄλλως, καὶ καθ᾿ ἕνα καὶ κατὰ ἔθνη, μερικῶς καὶ κοινῶς, κατὰ τὸν τῆς ὕλης λόγον καὶ τῆς πρὸς τὰ θεῖα συμπαθείας, ἔνδοθεν καὶ ἔξωθεν κινοῦσαι, διὰ τοῦτό τινες, ὧν δόξαι οὐ μικραί, ἐνόμισαν οὐ τάξει τινὶ τὸ πᾶν τοῦτο συνεστάναι, ἀλλ᾿ ἀλόγῳ τύχῃ ἄγεσθαι καὶ φέρεσθαι, οὐκ εἰδότες ὅτι τῶν μὲν περὶ τὴν τοῦ παντὸς κόσμου σύστασιν οὐδὲν ἄτακτον οὐδὲ ἀπημελημένον, ἀλλ᾿ ἕκαστον αὐτῶν γεγονὸς λόγῳ, διὸ οὐδὲ τὴν ὡρισμένην ἐπ᾿ αὐτοῖς παραβαίνουσι τάξιν, ὁ δὲ ἄνθρωπος κατὰ μὲν τὸν πεποιηκότα καὶ αὐτὸς εὐτάκτως ἔχει, καὶ τῇ κατὰ τὴν γένεσιν φύσει, ἕνα καὶ κοινὸν ἐπεχούσῃ λόγον, καὶ τῇ κατὰ τὴν πλάσιν διαθέσει, οὐ παραβαινούσῃ τὸν ἐπ᾿ αὐτῇ νόμον, καὶ τῷ τοῦ βίου τέλει, ἴσῳ καὶ κοινῷ μένοντι, κατὰ δὲ τὸν ἴδιον ἑαυτῷ λόγον καὶ τὴν τοῦ ἐπέχοντος ἄρχοντος καὶ τῶν παρακολουθούντων δαιμόνων ἐνέργειαν ἄλλος ἄλλως φέρεται καὶ κινεῖται, κοινὸν πάντες τὸν ἐν αὐτοῖς ἔχοντες λογισμόν.