Εἰ μὲν οὖν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ οὐ καὶ διαλυτόν, ἐπὶ τὰ λοιπὰ ἄν παρεγενόμην τῶν ἐγκλημάτων. Ἐπεὶ δὲ τοῦτο μὲν διατεθείκασιν αὐτῶν τὰ σώματα· τὸν μὲν Ἡρακλέα ὅτι θεὸς δράκων ἑλικτός, τοὺς δὲ ἑκατόγχειρας εἰπόντες, καὶ τὴν θυγατέρα τοῦ Διός, ἣν ἐκ τῆς μητρὸς Ῥέας ἢ Δήμητρος αὐτῆς ἐπαιδοποιήσατο, δύο μὲν κατὰ φύσιν εἶπον ἔχειν ὀφθαλμοὺς καὶ ἐπὶ τῷ μετώπῳ δύο καὶ προτομὴν κατὰ τὸ ὄπισθεν τοῦ τραχήλου μέρος, ἔχειν δὲ καὶ κέρατα, διὸ καὶ τὴν Ῥέαν φοβηθεῖσαν τὸ τῆς παιδὸς τέρας φυγεῖν, οὐκ ἐφεῖσαν αὐτῇ τὴν θηλήν, ἔνθεν μυστικῶς μὲν Ἀθηλᾶ κοινῶς δὲ Φερσεφόνη καὶ Κόρη κέκληται, οὐχ ἡ αὐτὴ οὖσα τῇ Ἀθηνᾷ τῇ ἀπὸ τῆς κόρης λεγομένῃ· τοῦτο δὲ τὰ πραχθέντα ἐπ᾿ ἀκριβὲς αὐτοῖς ὡς οἴονται διεξεληλύθασι· Κρόνος μὲν ὡς ἐξέτεμε τὰ αἰδοῖα τοῦ πατρὸς καὶ κατέῤῥιψεν αὐτὸν ἀπὸ τοῦ ἅρματος καὶ ὡς ἐτεκνοκτόνει καταπίνων τῶν παίδων τοὺς ἄρσενας, Ζεὺς δὲ ὅτι τὸν μὲν πατέρα δήσας κατεταρτάρωσε, καθὰ καὶ τοὺς υἱεῖς ὁ Οὐρανός, καὶ πρὸς Τιτᾶνας περὶ τῆς ἀρχῆς ἐπολέμησε, καὶ ὅτι τὴν μητέρα Ῥέαν ἀπαγορεύουσαν αὐτοῦ τὸν γάμον ἐδίωκε, δρακαίνης δ᾿ αὐτῆς γενομένης καὶ αὐτὸς εἰς δράκοντα μεταβαλὼν συνδήσας αὐτὴν τῷ καλουμένῳ Ἡρακλειωτικῷ ἅμματι ἐμίγη, τοῦ σχήματος τῆς μίξεως σύμβολον ἡ τοῦ Ἑρμοῦ ῥάβδος, εἶθ᾿ ὅτι Φερσεφόνῃ τῇ θυγατρὶ ἐμίγη βιασάμενος καὶ ταύτην ἐν δράκοντος σχήματι, ἐξ ἧς παῖς Διόνυσος αὐτῷ· ἀνάγκη κἂν τοσοῦτον εἰπεῖν· Τί τὸ σεμνὸν ἢ χρηστὸν τῆς τοιαύτης ἱστορίας, ἵνα πιστεύσωμεν θεοὺς εἶναι τὸν Κρόνον, τὸν Δία, τὴν Κόρην, τοὺς λοιπούς; Αἱ διαθέσεις τῶν σωμάτων; Καὶ τίς ἂν ἄνθρωπος κεκριμένος καὶ ἐν θεωρίᾳ γεγονὼς ὑπὸ θεοῦ γεννηθῆναι πιστεύσαι ἔχιδναν (Ὀρφεύς· Ἂν δὲ Φάνης ἄλλην γενεὴν τεκνώσατο δεινὴν Νηδύος ἐξ ἱερῆς, προσιδεῖν φοβερωπὸν ἔχιδναν, Ἦς χαῖται μὲν ἀπὸ κρατὸς καλόν τε πρόσωπον Ἦν ἐσιδεῖν, τὰ δὲ λοιπὰ μέρη φοβεροῖο δράκοντος Αὐχένος ἐξ ἄκρου.) ἢ αὐτὸν τὸν Φάνητα δέξαιτο, θεὸν ὄντα πρωτόγονον (οὗτος γάρ ἐστιν ὁ ἐκ τοῦ ὠοῦ προχυθείς), ἢ σῶμα ἢ σχῆμα ἔχειν δράκοντος, ἢ καταποθῆναι ὑπὸ τοῦ Διός, ὅπως ὁ Ζεὺς ἀχώρητος γένοιτο; Εἰ γὰρ μηδὲν διενηνόχασι τῶν φαυλοτάτων θηρίων (δῆλον γὰρ ὅτι ὑποδιαλλάσσειν δεῖ τῶν γηΐνων καὶ τῶν ἀπὸ τῆς ὕλης ἀποκρινομένων τὸ θεῖον), οὐκ εἰσὶ θεοί. Τί δαὶ καὶ πρόσιμεν αὐτοῖς, ὧν κτηνῶν μὲν δίκην ἔχει ἡ γένεσις, αὐτοὶ δὲ θηριόμορφοι καὶ δυσειδεῖς; Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτος λόγους τούτους νομίζειν· οὔτε γὰρ ὀργὴ οὔτε ἐπιθυμία καὶ ὄρεξις οὐδὲ παιδοποιὸν σπέρμα ἐν τῷ θεῷ. Ἔστωσαν τοίνυν σαρκοειδεῖς, ἀλλὰ κρείττους μὲν θυμοῦ καὶ ὀργῆς, ἵνα μὴ Ἀθηνᾶ μὲν βλέπηται Σκυζομένη Διῒ πατρί, χόλος δέ μιν ἄγριος αἱρεῖ, Ἥρα δὲ θεωρῆται· Ἥρῃ δ᾿ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. Κρείττους δὲ λύπης· Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ᾿ ὀλοφύρεται ἦτορ. Ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας. Ὅταν δὲ ὁ πατὴρ ἀνδρῶν τε θεῶν τε ὀδύρηται μὲν τὸν υἱόν, Αἲ αἲ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν Μοῖρ᾿ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι! ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι, Σαρπηδὼν Διὸς υἱός, ὁ δ᾿ οὐδ᾿ ᾧ παιδὶ ἀμύνει, τίς οὐκ ἂν τοὺς ἐπὶ τοῖς τοιούτοις μύθοις φιλοθέους, μᾶλλον δὲ ἀθέους, τῆς ἀμαθίας καταμέμψοιτο; Ἔστωσαν σαρκοειδεῖς, ἀλλὰ μὴ τιτρωσκέσθω μηδὲ Ἀφροδίτη ὑπὸ Διομήδους τὸ σῶμα, Οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἢ ὑπὸ Ἄρεως τὴν ψυχήν, Ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη Αἰὲν ἀτιμάζει, φιλέει δ᾿ ἀΐδηλον Ἄρηα. — — Διὰ δὲ χρόα καλὸν ἔδαψεν. Ὁ δεινὸς ἐν πολέμοις, ὁ σύμμαχος κατὰ Τιτάνων τοῦ Διός, ἀσθενέστερος Διομήδους φαίνεται. Μαίνετο δ᾿ ὡς ὅτ᾿ Ἄρης ἐγχέσπαλος —. Σιώπησον Ὅμηρε, θεὸς οὐ μαίνεται. Σὺ δέ μοι καὶ μιαιφόνον καὶ βροτολοιγόν, Ἄρες, Ἄρες βροτολοιγέ, μιαιφόνε, διηγῇ τὸν θεόν, καὶ τὴν μοιχείαν αὐτοῦ διέξει καὶ τὰ δεσμά· Τὼ δ᾿ ἐς δέμνια βάντε κατέδραθον, ἀμφὶ δὲ δεσμοὶ Τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, Οὐδέ τι κινῆσαι μελέων ἦν. Οὐ καταβάλλουσι τὸν πολὺν τοῦτον ἀσεβῆ λῆρον περὶ τῶν θεῶν; Οὐρανὸς ἐκτέμνεται, δεῖται καὶ καταταρταροῦται Κρόνος, ἐπανίστανται Τιτᾶνες, Στὺξ ἀποθνήσκει κατὰ τὴν μάχην· ἤδη καὶ θνητοὺς αὐτοὺς δεικνύουσιν· ἐρῶσιν ἀλλήλων, ἐρῶσιν ἀνθρώπων. Αἰνείας, τὸν ὑπ᾿ Ἀγχίσῃ τέκε δῖ᾿ Ἀφροδίτη, Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα. Οὐκ ἐρῶσιν; Οὐ πάσχουσιν; Ἦ γὰρ θεοί, καὶ οὐχ ἅψεται αὐτῶν ἐπιθυμία! Κἂν σάρκα θεὸς κατὰ θείαν οἰκονομίαν λάβῃ, ἤδη δοῦλός ἐστιν ἐπιθυμίας; Οὐ γὰρ πώποτέ μ᾿ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν· Οὐδ᾿ ὁπότ᾿ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, Οὐδ᾿ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, Οὐδ᾿ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Οὐδ᾿ ὅτε περ Σεμέλης, οὐδ᾿ Ἀλκμήνης ἐνὶ Θήβῃ, Οὐδ᾿ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, Οὐδ᾿ ὅτε περ Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς. Γενητός ἐστι, φθαρτός ἐστιν, οὐδὲν ἔχων θεοῦ. Ἀλλὰ καὶ θητεύουσιν ἀνθρώποις· Ὦ δώματ᾿ Ἀδμήτει᾿, ἐν οἷς ἔτλην ἐγὼ Θῆσσαν τράπεζαν αἰνέσαι, θεός περ ὤν· καὶ βουκολοῦσιν· Ἐλθὼν δ᾿ ἐς αἶαν τήνδ᾿ ἐβουφόρβουν ξένῳ, Καὶ τόνδ᾿ ἔσωζον οἶκον. Οὐκοῦν κρείττων Ἄδμητος τοῦ θεοῦ. Ὦ μάντι καὶ σοφὲ καὶ προειδὼς τοῖς ἄλλοις τὰ ἐσόμενα, οὐκ ἐμαντεύσω τοῦ ἐρωμένου τὸν φόνον, ἀλλὰ καὶ ἔκτεινας αὐτοχειρὶ τὸν φίλον. Κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα Ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. (ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλω ὁ Αἰσχύλος) Ὁ δ᾿ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, Αὐτὸς τάδ᾿ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν Τὸν παῖδα τὸν ἐμόν. Ἀλλὰ ταῦτα μὲν ἴσως. πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ᾿ αὐτοῖς καὶ τοιοῦτος λόγος· Ζεὺς ἀργὴς (ὥς φησιν Ἐμπεδοκλῆς) Ἥρη τε φερέσβιος ἠδ᾿ Ἀϊδωνεὺς Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Εἰ τοίνυν Ζεὺς μὲν τὸ πῦρ, Ἥρα δὲ ἡ γῆ καὶ ὁ ἀὴρ Ἀϊδωνεὺς καὶ τὸ ὕδωρ Νῆστις, στοιχεῖα δὲ ταῦτα, τὸ πῦρ τὸ ὕδωρ ὁ ἀήρ, οὐδεὶς αὐτῶν θεός, οὔτε Ζεὺς οὔτε Ἥρα οὔτε Ἀϊδωνεύς· ἀπὸ γὰρ τῆς ὕλης διακριθείσης ὑπὸ τοῦ θεοῦ ἡ τούτων σύστασίς τε καὶ γένεσις· Πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος, Καὶ φιλίη μετὰ τοῖσιν. Ἅ χωρὶς τῆς φιλίας οὐ δύναται μένειν, ὑπὸ τοῦ νείκους συγχεόμενα, πῶς ἄν οὖν εἴποι τις ταῦτα εἶναι θεούς; Ἀρχικὸν ἡ φιλία κατὰ τὸν Ἐμπεδοκλέα, ἀρχόμενα τὰ συγκρίματα, τὸ δὲ ἀρχικὸν κύριον· ὥστε, ἐὰν μίαν καὶ τὴν αὐτὴν τοῦ τε ἀρχομένου καὶ τοῦ ἄρχοντος δύναμιν θῶμεν, λήσομεν ἑαυτοὺς ἰσότιμον τὴν ὕλην τὴν φθαρτὴν καὶ ῥευστὴν καὶ μεταβλητὴν τῷ ἀγενήτῳ καὶ ἀϊδίῳ καὶ διαπαντὸς συμφώνῳ ποιοῦντες θεῷ. Ζεὺς ἡ ζέουσα οὐσία κατὰ τοὺς Στωϊκούς, Ἥρα ὁ ἀήρ, καὶ τοῦ ὀνόματος εἰ αὐτὸ αὐτῷ ἐπισυνάπτοιτο συνεκφωνουμένου, Ποσειδῶν ἡ πόσις. Ἄλλοι δὲ ἄλλως φυσιολογοῦσιν· οἱ μὲν γὰρ ἀέρα διφυῆ ἀρσενόθηλυν τὸν Δία λέγουσιν, οἱ δὲ καιρὸν εἰς εὐκρασίαν τρέποντα τὸν χρόνον, διὸ καὶ μόνος Κρόνον διέφυγεν. Ἀλλ᾿ ἐπὶ μὲν τῶν ἀπὸ τῆς στοᾶς ἔστιν εἰπεῖν· εἰ ἕνα τὸν ἀνωτάτω θεὸν ἀγένητόν τε καὶ ἀΐδιον νομίζετε, συγκρίματα δὲ ἴσα ἡ τῆς ὕλης ἀλλαγή, καὶ τὸ πνεῦμα τοῦ θεοῦ διὰ τῆς ὕλης κεχωρηκὸς κατὰ τὰς παραλλάξεις αὐτῆς ἄλλο καὶ ἄλλο ὄνομα μεταλαγχάνειν φατέ, σῶμα μὲν τὰ εἴδη τῆς ὕλης τοῦ θεοῦ γενήσεται, φθειρομένων δὲ τῶν στοιχείων κατὰ τὴν ἐκπύρωσιν ἀνάγκη συμφθαρῆναι ὁμοῦ τοῖς εἴδεσι τὰ ὀνόματα, μόνου μένοντος τοῦ πνεύματος τοῦ θεοῦ. Ὧν οὖν σωμάτων φθαρτὴ ἡ κατὰ τὴν ὕλην παραλλαγή, τίς ἄν ταῦτα πιστεύσαι θεούς; Πρὸς δὲ τοὺς λέγοντας τὸν μὲν Κρόνον χρόνον, τὴν δὲ Ῥέαν γῆν, τὴν μὲν συλλαμβάνουσαν ἐκ τοῦ Κρόνου καὶ ἀποτίκτουσαν, ἔνθεν καὶ μήτηρ νομίζεται πάντων, τὸν δὲ γεννῶντα καὶ καταναλίσκοντα, καὶ εἶναι τὴν μὲν τομὴν τῶν ἀναγκαίων ὁμιλίαν τοῦ ἄρσενος πρὸς τὸ θῆλυ, τέμνουσαν καὶ καταβάλλουσαν σπέρμα εἰς μήτραν καὶ γεννῶσαν ἄνθρωπον, ἐν ἑαυτῷ τὴν ἐπιθυμίαν, ὅ ἐστιν Ἀφροδίτη, ἔχοντα, τὴν δὲ μανίαν τοῦ Κρόνου τροπὴν καιροῦ φθείρουσαν ἔμψυχα καὶ ἄψυχα, τὰ δὲ δεσμὰ καὶ τὸν τάρταρον χρόνον ὑπὸ καιρῶν τρεπόμενον καὶ ἀφανῆ γινόμενον, πρὸς τοίνυν τούτους φαμέν· εἴτε χρόνος ἐστὶν ὁ Κρόνος, μεταβάλλει, εἴτε καιρός, τρέπεται, εἴτε σκότος ἢ πάγος ἢ οὐσία ὑγρά, οὐδὲν αὐτῶν μένει· τὸ δὲ θεῖον καὶ ἀθάνατον καὶ ἀκίνητον καὶ ἀναλλοίωτον· οὔτε ἄρα ὁ Κρόνος οὔτε τὸ ἐπ᾿ αὐτῷ εἴδωλον θεός. Περὶ δὲ τοῦ Διός, εἰ μὲν ἀήρ ἐστι γεγονὼς ἐκ Κρόνου, οὗ τὸ μὲν ἄρσεν ὁ Ζεύς, τὸ δὲ θῆλυ Ἥρα (διὸ καὶ ἀδελφὴ καὶ γυνή), ἀλλοιοῦται, εἰ δὲ καιρός, τρέπεται· οὔτε δὲ μεταβάλλει οὔτε μεταπίπτει τὸ θεῖον. Τί δεῖ πλέον λέγοντα ἐνοχλεῖν ὑμῖν, οἳ ἄμεινον τὰ παρ᾿ ἑκάστοις τῶν πεφυσιολογηκότων οἴδατε, ἢ οἷα περὶ τῆς φύσεως ἐνόησαν οἱ συγγραψάμενοι, ἢ ἅ περὶ τῆς Ἀθηνᾶς ἣν φρόνησιν διὰ πάντων διήκουσάν φασιν, ἢ περὶ τῆς Ἴσιδος ἣν φύσιν αἰῶνος, ἐξ ἧς πάντες ἔφυσαν καὶ δι᾿ ἧς πάντες εἰσί, λέγουσιν, ἢ περὶ τοῦ Ὀσίριδος οὗ σφαγέντος ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ μετ᾿ Ὤρου τοῦ υἱοῦ ἡ Ἶσις ζητοῦσα τὰ μέλη καὶ εὑροῦσα ἤσκησεν εἰς ταφήν, ἣ ταφὴ ἕως νῦν Ὀσιριακὴ καλεῖται; Ἄνω γὰρ καὶ κάτω περὶ τὰ εἴδη τῆς ὕλης στρεφόμενοι ἀποπίπτουσι τῷ λόγῳ θεωρητοῦ θεοῦ, τὰ δὲ στοιχεῖα καὶ τὰ μόρια αὐτῶν θεοποιοῦσιν, ἄλλοτε ἄλλα ὀνόματα αὐτοῖς τιθέμενοι, τὴν μὲν τοῦ σίτου σπορὰν Ὄσιριν (ὅθεν φασὶ μυστικῶς ἐπὶ τῇ ἀνευρέσει τῶν μελῶν ἢ τῶν καρπῶν ἐπιλεχθῆναι τῇ Ἴσιδι· Εὑρήκαμεν, συγχαίρομεν!), τὸν δὲ τῆς ἀμπέλου καρπὸν Διόνυσον, καὶ Σεμέλην αὐτὴν τὴν ἄμπελον, καὶ κεραυνὸν τὴν τοῦ ἡλίου φλόγα. Καίτοι γε πάντα μᾶλλον ἢ θεολογοῦσιν οἱ τοὺς μύθους θεοποιοῦντες, οὐκ εἰδότες ὅτι οἷς ἀπολογοῦνται ὑπὲρ τῶν θεῶν τοὺς ἐπ᾿ αὐτοῖς λόγους βεβαιοῦσι. Τί ἡ Εὐρώπη καὶ ὁ Ταῦρος καὶ ὁ Κύκνος καὶ ἡ Λήδα πρὸς γῆν καὶ ἀέρα, ἵν᾿ ἡ πρὸς ταύτας μιαρὰ τοῦ Διὸς μῖξις ᾖ γῆς καὶ ἀέρος; Ἀλλ᾿ ἀποπίπτοντες τοῦ μεγέθους τοῦ θεοῦ καὶ ὑπερκύψαι τῷ λόγῳ (οὐ γὰρ ἔχουσι συμπάθειαν εἰς τὸν οὐράνιον τόπον) οὐ δυνάμενοι ἐπὶ τὰ εἴδη τῆς ὕλης συντετήκασιν, καὶ καταπίπτοντες τὰς τῶν στοιχείων τροπὰς θεοποιοῦσιν· ὅμοιον εἰ καὶ ναῦν τις, ἐν ᾗ ἔπλευσεν, ἀντὶ τοῦ κυβερνήτου ἄγοι. Ὡς δὲ οὐδὲν πλέον νεώς, κἂν ᾖ πᾶσιν ἠσκημένη, μὴ ἐχούσης τὸν κυβερνήτην, οὐδὲ τῶν στοιχείων ὄφελος διακεκοσμημένων δίχα τῆς παρὰ τοῦ θεοῦ προνοίας. Ἥ τε γὰρ ναῦς καθ᾿ ἑαυτὴν οὐ πλευσεῖται, τά τε στοιχεῖα χωρὶς τοῦ δημιουργοῦ οὐ κινηθήσεται. Εἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· Τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μή εἰσι θεοὶ ἐφ᾿ οἷς ἱδρυόμεθα τὰ ἀγάλματα; Οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ᾿ ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. Τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίνεσθαί τινας ἐπ᾿ ὀνόματι εἰδώλων ἐνεργείας οὐδ᾿ ἡμεῖς ἀντιλέγομεν· οὐ μήν, εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπήθησαν ἕτεροι, θεοὺς νομιοῦμεν τοὺς ἐφ᾿ ἑκάτερα ἐνεργήσαντας. Ἀλλὰ καὶ ᾧ λόγῳ νομίζετε ἰσχύειν τὰ εἴδωλα, καὶ τίνες οἱ ἐνεργοῦντες, ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ᾿ ἀκριβὲς ἐξητάκαμεν. Ἀναγκαῖον δέ μοι, μέλλοντι δεικνύειν τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσι. Πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. Ἀλλὰ θεὸν μὲν τὸν νοῦν τοῦ κόσμου ἄγει, δαίμονας δὲ οὐσίας νοεῖ ψυχικάς, καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν ἀνθρώπων, ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. Πλάτων δέ, τὰ ἄλλα ἐπέχων, καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλάνητας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὧν δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ. Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ᾿ ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ αὐτῶν τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους. Ἆρ᾿ οὖν ὁ τὸν ἀΐδιον νοῦν καὶ λόγῳ καταλαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξειπών, τὸ ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ᾿ αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ πρώτης δυνάμεως, καὶ ὡς περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκεν πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων, καὶ περὶ δύο καὶ τρία, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα, περὶ τῶν ἐκ τῶν αἰσθητῶν γῆς τε καὶ οὐρανοῦ λεγομένων γεγονέναι μεῖζον ἢ καθ᾿ ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; Ἦ οὐκ ἔστιν εἰπεῖν. Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καί, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος. Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων. Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων· ἑτέρῳ σημαντικῷ προσειπεῖν αὐτὸν οὐκ ἔχων τῷ δημώδει ὀνόματι, οὐχ ὡς ἰδίῳ τοῦ θεοῦ ἀλλ᾿ εἰς σαφήνειαν, ὅτι μὴ δυνατὸν εἰς πάντας φέρειν κατὰ δύναμιν τὸν θεόν, προσεχρήσατο, ἐπικατηγορήσας τὸ μέγας, ἵνα διαστείλῃ τὸν οὐράνιον ἀπὸ τοῦ χαμᾶθεν, τὸν ἀγένητον ἀπὸ τοῦ γενητοῦ, τοῦ νεωτέρου μὲν οὐρανοῦ καὶ γῆς, νεωτέρου δὲ Κρητῶν, οἳ ἐξέκλεψαν αὐτὸν μὴ ἀναιρεθῆναι ὑπὸ τοῦ πατρός. Τί δαὶ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· Εἰ μὴ καὶ ποιηταὶ καὶ φιλόσοφοι ἕνα μὲν εἶναι ἐπεγίνωσκον θεόν, περὶ δὲ τούτων οἱ μὲν ὡς περὶ δαιμόνων, οἱ δὲ ὡς περὶ ὕλης, οἱ δὲ ὡς περὶ ἀνθρώπων γενομένων ἐφρόνουν, ἡμεῖς γε ἂν εἰκότως ἐξενηλατούμεθα, διαιρετικῷ λόγῳ καὶ περὶ θεοῦ καὶ ὕλης καὶ περὶ τῆς τούτων αὐτῶν οὐσίας κεχρημένοι; Ὡς γὰρ θεόν φαμεν καὶ υἱὸν τὸν λόγον αὐτοῦ καὶ πνεῦμα ἅγιον, ἑνούμενα μὲν κατὰ δύναμιν τὸν πατέρα τὸν υἱὸν τὸ πνεῦμα, ὅτι νοῦς λόγος σοφία ὁ υἱὸς τοῦ πατρός, καὶ ἀπόῤῥοια ὡς φῶς ἀπὸ πυρὸς τὸ πνεῦμα, οὕτως καὶ ἑτέρας εἶναι δυνάμεις κατειλήμμεθα περὶ τὴν ὕλην ἀρχούσας καὶ δι᾿ αὐτῆς, μίαν μὲν τὴν ἀντίθεον, οὐχ ὅτι ἀντιδοξοῦν τί ἐστι τῷ θεῷ, ὡς τῇ φιλίᾳ τὸ νεῖκος κατὰ τὸν Ἐμπεδοκλέα καὶ τῇ ἡμέρᾳ νὺξ κατὰ τὰ φαινόμενα (ἐπεὶ κἂν εἰ ἀνθειστήκει τι τῷ θεῷ ἐπαύσατο τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως), ἀλλ᾿ ὅτι τῷ τοῦ θεοῦ ἀγαθῷ, ὃ κατὰ συμβεβηκός ἐστιν αὐτῷ καὶ συνυπάρχον, ὡς χρόα σώματι, οὗ ἄνευ οὐκ ἔστιν (οὐχ ὡς μέρους ὄντος, ἀλλ᾿ ὡς κατ᾿ ἀνάγκην συνόντος παρακολουθήματος, ἡνωμένου καὶ συγκεχρωσμένου, ὡς τῷ πυρὶ ξανθῷ εἶναι καὶ τῷ αἰθέρι κυανῷ), ἐναντίον ἐστὶ τὸ περὶ τὴν ὕλην ἔχον πνεῦμα, γενόμενον μὲν ὑπὸ τοῦ θεοῦ, καθὸ οἱ λοιποὶ ὑπ᾿ αὐτοῦ γεγόνασιν ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πιστευσάμενον διοίκησιν. Τοῦτο γὰρ ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾿ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχῃ τῶν ὅλων πρόνοιαν, τὴν δὲ ἐπὶ μέρους οἱ ἐπ᾿ αὐτοῖς ταχθέντες ἄγγελοι. Ὡς δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων, αὐθαίρετον καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐχόντων (ἐπεὶ οὐκ ἂν οὔτ᾿ ἐτιμᾶτε τοὺς ἀγαθοὺς οὔτ᾿ ἐκολάζετε τοὺς πονηρούς, εἰ μὴ ἐπ᾿ αὐτοῖς ἦν καὶ ἡ κακία καὶ ἡ ἀρετή· καὶ οἱ μὲν σπουδαῖοι περὶ ἃ πιστεύονται ὑφ᾿ ὑμῶν, οἱ δὲ ἄπιστοι εὑρίσκονται), καὶ τὸ κατὰ τοὺς ἀγγέλους ἐν ὁμοίῳ καθέστηκεν. Οἱ μὲν γὰρ ἄλλοι, αὐθαίρετοι δὴ οἷοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ, ἔμειναν ἐφ᾿ οἷς αὐτοὺς ἐποίησεν καὶ διέταξεν ὁ θεός, οἱ δὲ ἐνύβρισαν καὶ τῇ τῆς οὐσίας ὑποστάσει καὶ τῇ ἀρχῇ, οὗτός τε ὁ τῆς ὕλης καὶ τῶν ἐν αὐτῇ εἰδῶν ἄρχων καὶ ἕτεροι τῶν περὶ τὸ πρῶτον τοῦτο στερέωμα, (ἴστε δὲ μηδὲν ἡμᾶς ἀμάρτυρον λέγειν, ἃ δὲ τοῖς προφήταις ἐκπεφώνηται μηνύειν) ἐκεῖνοι μὲν εἰς ἐπιθυμίαν πεσόντες παρθένων καὶ ἥττους σαρκὸς εὑρεθέντες, οὗτος δὲ ἀμελήσας καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων γενόμενος διοίκησιν. Ἐκ μὲν οὖν τῶν περὶ τὰς παρθένους ἐχόντων οἱ καλούμενοι ἐγεννήθησαν γίγαντες. Εἰ δέ τις ἐκ μέρους εἴρηται περὶ τῶν γιγάντων καὶ ποιηταῖς λόγος, μὴ θαυμάσητε, τῆς κοσμικῆς σοφίας καὶ θεολογικῆς ὅσον ἀλήθεια πιθανοῦ διαφέρει διαλλαττουσῶν, καὶ τῆς μὲν οὔσης ἐπουρανίου, τῆς δὲ ἐπιγείου· καὶ κατὰ τὸν ἄρχοντα τῆς ὕλης Ἴσμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα.