Ἀλλ᾿ ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. Τί οὖν; Ἐπεὶ οἱ πολλοί, διακρῖναι οὐ δυνάμενοι τί μὲν ὕλη τί δὲ θεὸς πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπὸ τῆς ὕλης εἰδώλοις, δι᾿ ἐκείνους καὶ ἡμεῖς, οἱ διακρίνοντες καὶ χωρίζοντες τὸ ἀγένητον καὶ τὸ γενητόν, τὸ ὂν καὶ τὸ οὐκ ὄν, τὸ νοητὸν καὶ τὸ αἰσθητόν, καὶ ἑκάστῳ αὐτῶν τὸ προσῆκον ὄνομα ἀποδιδόντες, προσελευσόμεθα καὶ προσκυνήσομεν τὰ ἀγάλματα; Εἰ μὲν γὰρ ταὐτὸν ὕλη καὶ θεός, δύο ὀνόματα καθ᾿ ἑνὸς πράγματος, τοὺς λίθους καὶ τὰ ξύλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐ νομίζοντες θεούς, ἀσεβοῦμεν. Εἰ δὲ διεστᾶσι πάμπολυ ἀπ᾿ ἀλλήλων, καὶ τοσοῦτον ὅσον τεχνίτης καὶ ἡ πρὸς τὴν τέχνην αὐτοῦ παρασκευή, τί ἐγκαλούμεθα; Ὡς γὰρ ὁ κεραμεὺς καὶ ὁ πηλός (ὕλη μὲν ὁ πηλός, τεχνίτης δὲ ὁ κεραμεύς), καὶ ὁ θεὸς δημιουργός, ὑπακούουσα δὲ αὐτῷ ἡ ὕλη πρὸς τὴν τέχνην. Ἀλλ᾿ ὡς ὁ πηλὸς καθ᾿ ἑαυτὸν σκεύη γενέσθαι χωρὶς τέχνης ἀδύνατος, καὶ ἡ πανδεχὴς ὕλη ἄνευ τοῦ θεοῦ τοῦ δημιουργοῦ διάκρισιν καὶ σχῆμα καὶ κόσμον οὐκ ἐλάμβανεν. Ὡς δὲ οὐ τὸν κέραμον προτιμότερον τοῦ ἐργασαμένου αὐτὸν ἔχομεν οὐδὲ τὰς φιάλας καὶ χρυσίδας τοῦ χαλκεύσαντος, ἀλλ᾿ εἴ τι περὶ ἐκείνας δεξιὸν κατὰ τὴν τέχνην τὸν τεχνίτην ἐπαινοῦμεν, καὶ οὗτός ἐστιν ὁ τὴν ἐπὶ τοῖς σκεύεσι δόξαν καρπούμενος, καὶ ἐπὶ τῆς ὕλης καὶ τοῦ θεοῦ τῆς διαθέσεως τῶν κεκοσμημένων οὐχ ὕλη τὴν δόξαν καὶ τὴν τιμὴν δικαίαν ἔχει ἀλλ᾿ ὁ δημιουργὸς αὐτῆς θεός. Ὥστε, εἰ τὰ εἴδη τῆς ὕλης ἄγοιμεν θεούς, ἀναισθητεῖν τοῦ ὄντος θεοῦ δόξομεν, τὰ λυτὰ καὶ φθαρτὰ τῷ ἀϊδίῳ ἐξισοῦντες. Καλὸς μὲν γὰρ ὁ κόσμος καὶ τῷ μεγέθει περιέχων καὶ τῇ διαθέσει τῶν τε ἐν τῷ λοξῷ κύκλῳ καὶ τῶν περὶ τὴν ἄρκτον καὶ τῷ σχήματι σφαιρικῷ ὄντι· ἀλλ᾿ οὐ τοῦτον, ἀλλὰ τὸν τεχνίτην αὐτοῦ προσκυνητέον. Οὐδὲ γὰρ οἱ πρὸς ὑμᾶς ἀφικνούμενοι ὑπήκοοι, παραλιπόντες ὑμᾶς τοὺς ἄρχοντας καὶ δεσπότας θεραπεύειν, παρ᾿ ὧν ὧν ἂν δέοιντο καὶ τύχοιεν, ἐπὶ τὸ σεμνὸν τῆς καταγωγῆς ὑμῶν καταφεύγουσιν, ἀλλὰ τὴν μὲν βασιλικὴν ἑστίαν τηνάλλως ἐντυχόντες αὐτῇ θαυμάζουσι καλῶς ἠσκημένην, ὑμᾶς δὲ πάντα ἐν πᾶσιν ἄγουσι τῇ δόξῃ. Καὶ ὑμεῖς μὲν οἱ βασιλεῖς ἑαυτοῖς ἀσκεῖτε τὰς καταγωγὰς βασιλικάς, ὁ δὲ κόσμος οὐχ ὡς δεομένου τοῦ θεοῦ γέγονεν· πάντα γὰρ ὁ θεός ἐστιν αὐτὸς αὐτῷ, φῶς ἀπρόσιτον, κόσμος τέλειος, πνεῦμα, δύναμις, λόγος. Εἰ τοίνυν ἐμμελὲς ὁ κόσμος ὄργανον κινούμενον ἐν ῥυθμῷ, τὸν ἁρμοσάμενον καὶ πλήσσοντα τοὺς φθόγγους καὶ τὸ σύμφωνον ἐπᾴδοντα μέλος, οὐ τὸ ὄργανον προσκυνῶ· οὐδὲ γὰρ ἐπὶ τῶν ἀγωνιστῶν, παραλιπόντες οἱ ἀθλοθέται τοὺς κιθαριστάς, τὰς κιθάρας στεφανοῦσιν αὐτῶν. Εἴτε, ὡς ὁ Πλάτων φησί, τέχνη τοῦ θεοῦ, θαυμάζων αὐτοῦ τὸ κάλλος τῷ τεχνίτῃ πρόσειμι· εἴτε οὐσία καὶ σῶμα, ὡς οἱ ἀπὸ τοῦ περιπάτου, οὐ παραλιπόντες προσκυνεῖν τὸν αἴτιον τῆς κινήσεως τοῦ σώματος θεὸν ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα καταπίπτομεν, τῷ ἀπαθεῖ ἀέρι κατ᾿ αὐτοὺς τὴν παθητὴν ὕλην προσκυνοῦντες· εἴτε δυνάμεις τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου νοεῖ τις, οὐ τὰς δυνάμεις προσιόντες θεραπεύομεν, ἀλλὰ τὸν ποιητὴν αὐτῶν καὶ δεσπότην. Οὐκ αἰτῶ τὴν ὕλην ἃ μὴ ἔχει, οὐδὲ παραλιπὼν τὸν θεὸν τὰ στοιχεῖα θεραπεύω, οἷς μηδὲν πλέον ἢ ὅσον ἐκελεύσθησαν ἔξεστιν· εἰ γὰρ καὶ καλὰ ἰδεῖν τῇ τοῦ δημιουργοῦ τέχνῃ, ἀλλ᾿ αὐτὰ τῇ τῆς ὕλης φύσει. Μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Πλάτων· Ὃν γὰρ οὐρανόν, φησί, καὶ κόσμον ἐπωνόμακεν, πολλῶν μὲν μετέσχηκε μακαρίων παρὰ τοῦ πατρός, ἀτὰρ οὖν δὴ κεκοινώνηκε σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ τυγχάνειν ἀδύνατον. Εἰ τοίνυν θαυμάζων τὸν οὐρανὸν καὶ τὰ στοιχεῖα τῆς τέχνης οὐ προσκυνῶ αὐτὰ ὡς θεούς, εἰδὼς τὸν ἐπ᾿ αὐτοῖς τῆς λύσεως λόγον, ὧν οἶδα ἀνθρώπους δημιουργοὺς πῶς ταῦτα προσείπω θεούς; Σκέψασθε δέ μοι διὰ βραχέων. Ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρώην γεγόνασιν, ὡς λόγῳ εἰπεῖν· ἴστε δὲ καὶ ὑμεῖς ταῦτα ἀξιολογώτερον, ὡς ἂν ἐν πᾶσι καὶ ὑπὲρ πάντας τοῖς παλαιοῖς συγγινόμενοι. Φημὶ οὖν Ὀρφέα καὶ Ὅμηρον καὶ Ἡσίοδον εἶναι τοὺς καὶ γένη καὶ ὀνόματα δόντας τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις θεοῖς. Μαρτυρεῖ δὲ καὶ Ἡρόδοτος· Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοις ἔτεσι δοκέω πρεσβυτέρους ἐμοῦ γενέσθαι, καὶ οὐ πλείοσι· οὗτοι δέ εἰσιν οἱ ποιήσαντες θεογονίην Ἕλλησι, καὶ τοῖσι θεοῖσι τὰς ἐπωνυμίας δόντες καὶ τιμάς τε καὶ τέχνας διελόντες, καὶ εἴδεα αὐτῶν σημήναντες. Αἱ δ᾿ εἰκόνες, μέχρι μήπω πλαστικὴ καὶ γραφικὴ καὶ ἀνδριαντοποιητικὴ ἦσαν, οὐδὲ ἐνομίζοντο, Σαυρίου δὲ τοῦ Σαμίου καὶ Κράτωνος τοῦ Σικυωνίου καὶ Κλεάνθους τοῦ Κορινθίου καὶ κόρης Κορινθίας ἐπιγενομένων· καὶ σκιαγραφίας μὲν εὑρεθείσης ὑπὸ Σαυρίου, ἵππον ἐν ἡλίῳ περιγράψαντος, γραφικῆς δὲ ὑπὸ Κράτωνος, ἐν πίνακι λελευκωμένῳ σκιὰς ἀνδρὸς καὶ γυναικὸς ἐναλείψαντος· ἀπὸ δὲ τῆς κόρης ἡ κοροπλαθικὴ εὑρέθη· ἐρωτικῶς γάρ τινος ἔχουσα περιέγραψεν αὐτοῦ κοιμωμένου ἐν τοίχῳ τὴν σκιάν, εἶθ᾿ ὁ πατήρ, ἡσθεὶς ἀπαραλλάκτῳ οὔσῃ τῇ ὁμοιότητι, (κέραμον δὲ εἰργάζετο) ἀναγλύψας τὴν περιγραφὴν πηλῷ προσανεπλήρωσεν· ὁ τύπος ἔτι καὶ νῦν ἐν Κορίνθῳ σώζεται. Τούτοις δὲ ἐπιγενόμενοι Δαίδαλος καὶ Θεόδωρος ὁ Μιλήσιος ἀνδριαντοποιητικὴν καὶ πλαστικὴν προσεξεῦρον. Ὁ μὲν δὴ χρόνος ὀλίγος τοσοῦτος ταῖς εἰκόσι καὶ τῇ περὶ τὰ εἴδωλα πραγματείᾳ, ὡς ἔχειν εἰπεῖν τὸν ἑκάστου τεχνίτην θεοῦ. Τὸ μὲν γὰρ ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος καὶ τὸ τῆς Ἀθηνᾶς (μᾶλλον δὲ Ἀθηλᾶς· Ἀθηλᾶ γὰρ ὡς οἱ μυστικώτερον, οὕτω γὰρ τὸ ἀπὸ τῆς ἐλαίας τὸ παλαιὸν) καὶ τὴν καθημένην Ἔνδοιος εἰργάσατο μαθητὴς Δαιδάλου, ὁ δὲ Πύθιος ἔργον Θεοδώρου καὶ Τηλεκλέους, καὶ ὁ Δήλιος καὶ ἡ Ἄρτεμις Τεκταίου καὶ Ἀγγελίωνος τέχνη, ἡ δὲ ἐν Σάμῳ Ἥρα καὶ ἐν Ἄργει Σμίλιδος χεῖρες, καὶ Φειδίου τὰ λοιπὰ εἴδωλα, ἡ Ἀφροδίτη ἐν Κνίδῳ ἑταίρα Πραξιτέλους τέχνη, ὁ ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ἔργον Φειδίου. Συνελόντα φάναι, οὐδὲν αὐτῶν διαπέφευγεν τὸ μὴ ὑπ᾿ ἀνθρώπου γεγονέναι. Εἰ τοίνυν θεοί, τί οὐκ ἦσαν ἐξ ἀρχῆς; Τί δαί εἰσι νεώτεροι τῶν πεποιηκότων; Τί δαὶ ἔδει αὐτοῖς πρὸς τὸ γενέσθαι ἀνθρώπων καὶ τέχνης; Γῆ ταῦτα καὶ λίθοι καὶ ὕλη καὶ περίεργος τέχνη. Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ᾿ οἷς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασι καὶ τὰς θυσίας ἐπ᾿ ἐκείνους ἀναφέρεσθαι καὶ εἰς ἐκείνους γίνεσθαι, μὴ εἶναί τε ἕτερον τρόπον τοῖς θεοῖς ἢ τοῦτον προσελθεῖν (χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς), καὶ τοῦ ταῦθ᾿ οὕτως ἔχειν τεκμήρια παρέχουσι τὰς ἐνίων εἰδώλων ἐνεργείας, φέρε ἐξετάσωμεν τὴν ἐπὶ τοῖς ὀνόμασι δύναμιν αὐτῶν. Δεήσομαι δὲ ὑμῶν, μέγιστοι αὐτοκρατόρων, πρὸ τοῦ λόγου ἀληθεῖς παρεχομένῳ τοὺς λογισμοὺς συγγνῶναι· οὐ γὰρ προκείμενόν μοι ἐλέγχειν τὰ εἴδωλα, ἀλλὰ ἀπολυόμενος τὰς διαβολὰς λογισμὸν τῆς προαιρέσεως ἡμῶν παρέχω. Ἔχοιτε ἀφ᾿ ἑαυτῶν καὶ τὴν ἐπουράνιον βασιλείαν ἐξετάζειν· ὡς γὰρ ὑμῖν πατρὶ καὶ υἱῷ πάντα κεχείρωται, ἄνωθεν τὴν βασιλείαν εἰληφόσι (βασιλέως γὰρ ψυχὴ ἐν χειρὶ θεοῦ, φησὶ τὸ προφητικὸν πνεῦμα), οὕτως ἑνὶ τῷ θεῷ καὶ τῷ παρ᾿ αὐτοῦ λόγῳ υἱῷ νοουμένῳ ἀμερίστῳ πάντα ὑποτέτακται. Ἐκεῖνο τοίνυν σκέψασθέ μοι πρὸ τῶν ἄλλων. Οὐκ ἐξ ἀρχῆς, ὥς φασιν, ἦσαν οἱ θεοί, ἀλλ᾿ οὕτως γέγονεν αὐτῶν ἕκαστος ὡς γινόμεθα ἡμεῖς. Καὶ τοῦτο πᾶσιν αὐτοῖς ξυμφωνεῖ· Ὁμήρου μὲν γὰρ λέγοντος· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, Ὀρφέως δὲ (ὃς καὶ τὰ ὀνόματα αὐτῶν πρῶτος ἐξεῦρε καὶ τὰς γενέσεις διεξῆλθε καὶ ὅσα ἑκάστοις πέπρακται εἶπε καὶ πεπίστευται παρ᾿ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ᾧ καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται) καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος· Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται. Ἦν γὰρ ὕδωρ ἀρχὴ κατ᾿ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῶον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος. Οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐῤῥάγη· τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κατενεχθὲν γῆ. Προῆλθε δὲ καὶ θεὸς Γῆ διὰ σώματος· Οὐρανὸς δὲ Γῇ μιχθεὶς γεννᾷ θηλείας μὲν Κλωθώ, Λάχεσιν, Ἄτροπον, ἄνδρας δὲ ἑκατόγχειρας Κόττυν, Γύγην, Βριάρεων, καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργον· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς μαθών. Διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησε. Κούρους δ᾿ οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, Οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, Οὕνεκα τισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα. Αὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ᾿ αὐτοὺς θεούς τε καὶ τὸ πᾶν. Τί ἐκεῖνο τοίνυν; Ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχὴν ὄν νοεῖται. Εἰ γὰρ γεγόνασιν οὐκ ὄντες, ὡς οἱ περὶ αὐτῶν θεολογοῦντες λέγουσιν, οὐκ εἰσίν. Ἢ γὰρ ἀγένητόν τι καὶ ἔστιν ἀΐδιον, ἢ γενητὸν καὶ φθατόν ἐστι. Καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἑτέρως δὲ οἱ φιλόσοφοι. Τί τὸ ὂν ἀεί, γένεσίν τε οὐκ ἔχον, ἢ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε; Περὶ νοητοῦ καὶ αἰσθητοῦ διαλεγόμενος ὁ Πλάτων τὸ μὲν ἀεὶ ὄν, τὸ νοητόν, ἀγένητον εἶναι διδάσκει, τὸ δὲ οὐκ ὄν, τὸ αἰσθητόν, γενητόν, ἀρχόμενον εἶναι καὶ παυόμενον. Τούτῳ καὶ οἱ ἀπὸ τῆς στοᾶς τῷ λόγῳ ἐκπυρωθήσεσθαι τὰ πάντα καὶ πάλιν ἔσεσθαί φασιν, ἑτέραν ἀρχὴν τοῦ κόσμου λαβόντος. Εἰ δέ, καίτοι δισσοῦ αἰτίου κατ᾿ αὐτοὺς ὄντος, τοῦ μὲν δραστηρίου καὶ καταρχομένου, καθὸ ἡ πρόνοια, τοῦ δὲ πάσχοντος καὶ τρεπομένου, καθὸ ἡ ὕλη, ἀδύνατον δέ ἐστι καὶ προνοούμενον ἐπὶ ταὐτοῦ μεῖναι τὸν κόσμον γενόμενον, πῶς ἡ τούτων μένει σύστασις, οὐ φύσει ὄντων ἀλλὰ γενομένων; Τί δὲ τῆς ὕλης κρείττους οἱ θεοί, τὴν σύστασιν ἐξ ὕδατος ἔχοντες; Ἀλλ᾿ οὐδὲ κατ᾿ αὐτοὺς ὕδωρ τοῖς πᾶσιν ἀρχή. Ἔκ τε ἁπλῶν καὶ μονοειδῶν τί ἄν συστῆναι στοιχείων δύναιτο; Δεῖ δὲ καὶ τῇ ὕλῃ τεχνίτου καὶ ὕλης τῷ τεχνίτῃ. Ἢ πῶς ἂν γένοιτο τὰ ἐκτυπώματα χωρὶς τῆς ὕλης ἢ τοῦ τεχνίτου; Οὔτε πρεσβυτέραν λόγον ἔχει εἶναι τὴν ὕλην τοῦ θεοῦ· τὸ γὰρ ποιητικὸν αἴτιον προκατάρχειν τῶν γινομένων ἀνάγκη.