Τὸ μὲν οὖν ἄθεοι μὴ εἶναι, ἕνα τὸν ἀγένητον καὶ ἀΐδιον καὶ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀκατάληπτον καὶ ἀχώρητον, νῷ μόνῳ καὶ λόγῳ καταλαμβανόμενον, φωτὶ καὶ κάλλει καὶ πνεύματι καὶ δυνάμει ἀνεκδιηγήτῳ περιεχόμενον, ὑφ᾿ οὗ γεγένηται τὸ πᾶν διὰ τοῦ αὐτοῦ λόγου καὶ διακεκόσμηται καὶ συγκρατεῖται, θεὸν ἄγοντες, ἱκανῶς μοι δέδεικται. Νοοῦμεν γὰρ καὶ υἱὸν τοῦ θεοῦ. Καὶ μή μοι γελοῖόν τις νομίσῃ τὸ υἱὸν εἶναι τῷ θεῷ. Οὐ γὰρ ὡς ποιηταὶ μυθοποιοῦσιν, οὐδὲν βελτίους τῶν ἀνθρώπων δεικνῦντες τοὺς θεούς, ἢ περὶ τοῦ θεοῦ καὶ πατρὸς ἢ περὶ τοῦ υἱοῦ πεφρονήκαμεν. Ἀλλ᾿ ἔστιν ὁ υἱὸς τοῦ θεοῦ λόγος τοῦ πατρὸς ἐν ἰδέᾳ καὶ ἐνεργείᾳ· πρὸς αὐτοῦ γὰρ καὶ δι᾿ αὐτοῦ πάντα ἐγένετο, ἑνὸς ὄντος τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. Ὄντος δὲ τοῦ υἱοῦ ἐν πατρὶ καὶ πατρὸς ἐν υἱῷ, ἑνότητι καὶ δυνάμει πνεύματος, νοῦς καὶ λόγος τοῦ πατρὸς ὁ υἱὸς τοῦ θεοῦ. Εἰ δὲ δι᾿ ὑπερβολὴν συνέσεως σκοπεῖν ὑμῖν ἔπεισιν, ὁ παῖς τί βούλεται, ἐρῶ διὰ βραχέων πρῶτον γέννημα εἶναι τῷ πατρί, οὐχ ὡς γενόμενον (ἐξ ἀρχῆς γὰρ ὁ θεός, νοῦς ἀΐδιος ὤν, εἶχεν αὐτὸς ἐν ἑαυτῷ τὸν λόγον, ἀϊδίως λογικὸς ὤν), ἀλλ᾿ ὡς τῶν ὑλικῶν ξυμπάντων, ἀποίου φύσεως καὶ γῆς ἀχρείας ὑποκειμένων δίκην, μεμιγμένων τῶν παχυμερεστέρων πρὸς τὰ κουφότερα ἐπ᾿ αὐτοῖς, ἰδέα καὶ ἐνέργεια εἶναι προελθών. Συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ προφητικὸν πνεῦμα· Κύριος γάρ, φησίν, ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Καίτοι καὶ αὐτὸ τὸ ἐνεργοῦν τοῖς ἐκφωνοῦσι προφητικῶς ἅγιον πνεῦμα ἀπόῤῥοιαν εἶναί φαμεν τοῦ θεοῦ, ἀποῤῥέον καὶ ἐπαναφερόμενον ὡς ἀκτῖνα ἡλίου. Τίς οὖν οὐκ ἂν ἀπορήσαι, λέγοντας θεὸν πατέρα καὶ υἱὸν θεὸν καὶ πνεῦμα ἅγιον, δεικνύντας αὐτῶν καὶ τὴν ἐν τῇ ἑνώσει δύναμιν καὶ τὴν ἐν τῇ τάξει διαίρεσιν, ἀκούσας ἀθέους καλουμένους; Καὶ οὐκ ἐπὶ τούτοις τὸ θεολογικὸν ἡμῶν ἵσταται μέρος· ἀλλὰ καὶ πλῆθος ἀγγέλων καὶ λειτουργῶν φαμεν, οὓς ὁ ποιητὴς καὶ δημιουργὸς κόσμου θεὸς διὰ τοῦ παρ᾿ αὐτοῦ λόγου διένειμε καὶ διέταξε περί τε τὰ στοιχεῖα εἶναι καὶ τοὺς οὐρανοὺς καὶ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καὶ τὴν τούτων εὐταξίαν. Εἰ δὲ ἀκριβῶς διέξειμι τὸν καθ᾿ ἡμᾶς λόγον, μὴ θαυμάσητε· ἵνα γὰρ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ συναποφέρησθε γνώμῃ, ἔχητε δὲ τἀληθὲς εἰδέναι, ἀκριβολογοῦμαι· ἐπεὶ καὶ δι᾿ αὐτῶν τῶν δογμάτων οἷς προσέχομεν, οὐκ ἀνθρωπικοῖς οὖσιν ἀλλὰ θεοφάτοις καὶ θεοδιδάκτοις, πεῖσαι ὑμᾶς μὴ ὡς περὶ ἀθέων ἔχειν δυνάμεθα. Τίνες οὖν ἡμῶν οἱ λόγοι οἷς ἐντρεφόμεθα; Λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους, προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἐπιτρέψατε ἐνταῦθα τοῦ λόγου ἐξακούστου μετὰ πολλῆς κραυγῆς γεγονότος ἐπὶ παῤῥησίαν ἀναγαγεῖν, ὡς ἐπὶ βασιλέων φιλοσόφων ἀπολογούμενον. Τίνες γὰρ ἢ τῶν τοὺς συλλογισμοὺς ἀναλυόντων καὶ τὰς ἀμφιβολίας διαλυόντων καὶ τὰς ἐτυμολογίας σαφηνιζόντων, ἢ τῶν τὰ ὁμώνυμα καὶ συνώνυμα καὶ κατηγορήματα καὶ ἀξιώματα καὶ τί τὸ ὑποκείμενον καὶ τί τὸ κατηγορούμενον, οἳ εὐδαίμονας ἀποτελεῖν διὰ τούτων καὶ τῶν τοιούτων λόγων ὑπισχνοῦνται τοὺς συνόντας, οὕτως ἐκκεκαθαρμένοι εἰσὶ τὰς ψυχὰς ὡς ἀντὶ τοῦ μισεῖν τοὺς ἐχθροὺς ἀγαπᾶν, καὶ ἀντὶ τοῦ, τὸ μετριώτατον, κακῶς ἀγορεύειν τοὺς προκατάρξαντας λοιδορίας εὐλογεῖν, καὶ ὑπὲρ τῶν ἐπιβουλευόντων εἰς τὸ ζῆν προσεύχεσθαι; Οἳ τοὐναντίον ἀεὶ διατελοῦσι κακῶς τὰ ἀπόῤῥητα ἑαυτοῖς ταῦτα μεταλλεύοντες, καὶ ἀεί τι ἐργάσασθαι ἐπιθυμοῦντες κακόν, τέχνην λόγων καὶ οὐκ ἐπίδειξιν ἔργων τὸ πρᾶγμα πεποιημένοι. Παρὰ δ᾿ ἡμῖν εὕροιτε ἂν ἰδιώτας καὶ χειροτέχνας καὶ γραΐδια, εἰ λόγῳ τὴν ὠφέλειαν παριστᾶν εἰσιν ἀδύνατοι τὴν παρὰ τοῦ λόγου, ἔργῳ τὴν ἀπὸ τῆς προαιρέσεως ὠφέλειαν ἐπιδεικνυμένους· οὐ γὰρ λόγους διαμνημονεύουσιν, ἀλλὰ πράξεις ἀγαθὰς ἐπιδεικνύουσιν· παιόμενοι μὴ ἀντιτύπτειν καὶ ἁρπαζόμενοι μὴ δικάζεσθαι, τοῖς αἰτοῦσι διδόναι καὶ τοὺς πλησίον ἀγαπᾶν ὡς ἑαυτούς. Ἆρα τοίνυν, εἰ μὴ ἐφεστηκέναι θεὸν τῷ τῶν ἀνθρώπων γένει ἐνομίζομεν, οὕτως ἂν ἑαυτοὺς ἐξεκαθαίρομεν; Οὐκ ἔστιν εἰπεῖν. Ἀλλ᾿ ἐπεὶ πεπείσμεθα ὑφέξειν παντὸς τοῦ ἐνταῦθα βίου λόγον τῷ πεποιηκότι καὶ ἡμᾶς καὶ τὸν κόσμον θεῷ, τὸν μέτριον καὶ φιλάνθρωπον καὶ εὐκαταφρόνητον βίον αἱρούμεθα, οὐδὲν τηλικοῦτον πείσεσθαι κακὸν ἐνταῦθα νομίζοντες, κἂν τῆς ψυχῆς ἡμᾶς ἀφαιρῶνταί τινες, ὧν ἐκεῖ κομιούμεθα τοῦ πράου καὶ φιλανθρώπου καὶ ἐπιεικοῦς βίου παρὰ τοῦ μεγάλου δικαστοῦ. Πλάτων μὲν οὖν Μίνω καὶ Ῥαδάμανθυν δικάσειν καὶ κολάσειν τοὺς πονηροὺς ἔφη, ἡμεῖς δέ, κἂν Μίνως τις κἂν Ῥαδάμανθυς ᾖ κἂν ὁ τούτων πατήρ, οὐδὲ τοῦτόν φαμεν διαφεύξεσθαι τὴν κρίσιν τοῦ θεοῦ. Εἶθ᾿ οἱ μὲν τὸν βίον τοῦτον νομίζοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν, καὶ τὸν θάνατον βαθὺν ὕπνον καὶ λήθην τιθέμενοι (ὕπνω καὶ θανάτω διδυμάονε) πιστεύονται θεοσεβεῖν· ἄνθρωποι δέ, τὸν μὲν ἐνταῦθα ὀλίγου καὶ μικροῦ τινος ἄξιον βίον λελογισμένοι, ὑπὸ μόνου δὲ παραπεμπόμενοι τοῦ τὸν θεὸν καὶ τὸν παρ᾿ αὐτοῦ λόγον εἰδέναι, τίς ἡ τοῦ παιδὸς πρὸς τὸν πατέρα ἑνότης, τίς ἡ τοῦ πατρὸς πρὸς τὸν υἱὸν κοινωνία, τί τὸ πνεῦμα, τίς ἡ τῶν τοσούτων ἕνωσις καὶ διαίρεσις ἑνουμένων, τοῦ πνεύματος τοῦ παιδὸς τοῦ πατρός, πολὺ δὲ καὶ κρείττονα ἢ εἰπεῖν λόγῳ τὸν ἐκδεχόμενον βίον εἰδότες, ἐὰν καθαροὶ ὄντες ἀπὸ παντὸς παραπεμφθῶμεν ἀδικήματος, μέχρι τοσούτου δὲ φιλανθρωπότατοι ὥστε μὴ μόνον στέργειν τοὺς φίλους (Ἐὰν γὰρ ἀγαπᾶτε, φησίν, τοὺς ἀγαπῶντας καὶ δανείζετε τοῖς δανείζουσιν ὑμῖν, τίνα μισθὸν ἕξετε;), τοιοῦτοι δὲ ἡμεῖς ὄντες καὶ τὸν τοιοῦτον βιοῦντες βίον, ἵνα κριθῆναι διαφύγωμεν, ἀπιστούμεθα θεοσεβεῖν; Ταῦτα μὲν οὖν μικρὰ ἀπὸ μεγάλων καὶ ὀλίγα ἀπὸ πολλῶν, ἵνα μὴ ἐπὶ πλεῖον ὑμῖν ἐνοχλοίημεν· καὶ γὰρ τὸ μέλι καὶ τὸν ὀρὸν δοκιμάζοντες μικρῷ μέρει τοῦ παντὸς τὸ πᾶν εἰ καλὸν δοκιμάζουσιν. Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα, οὐδ᾿ ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγου, μετροῦντες τὴν εὐσέβειαν θυσιῶν νόμῳ, ἐπικαλοῦσι τὸ μὴ καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν, σκέψασθέ μοι αὐτοκράτορες ὧδε περὶ ἑκατέρων, καὶ πρῶτόν γε περὶ τοῦ μὴ θύειν. Ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς καὶ πατὴρ οὐ δεῖται αἵματος οὐδὲ κνίσσης οὐδὲ τῆς ἀπὸ τῶν ἀνθῶν καὶ θυμιαμάτων εὐωδίας, αὐτὸς ὢν ἡ τελεία εὐωδία, ἀνενδεὴς καὶ ἀπροσδεής· ἀλλὰ θυσία αὐτῷ μεγίστη, ἂν γινώσκωμεν τίς ἐξέτεινε καὶ συνεσφαίρωσε τοὺς οὐρανοὺς καὶ τὴν γῆν κέντρου δίκην ἥδρασε, τίς συνήγαγε τὸ ὕδωρ εἰς θαλάσσας καὶ διέκρινε τὸ φῶς ἀπὸ τοῦ σκότους, τίς ἐκόσμησεν ἄστροις τὸν αἰθέρα καὶ ἐποίησε πᾶν σπέρμα τὴν γῆν ἀναβάλλειν, τίς ἐποίησε ζῶα καὶ ἄνθρωπον ἔπλασεν. Ὅταν, ἔχοντες τὸν δημιουργὸν θεὸν συνέχοντα καὶ ἐποπτεύοντα ἐπιστήμῃ καὶ τέχνῃ καθ᾿ ἣν ἄγει τὰ πάντα, ἐπαίρωμεν ὁσίους χεῖρας αὐτῷ, ποίας ἔτι χρείαν ἑκατόμβης ἔχει; Καὶ τοὺς μὲν θυσίῃσι καὶ εὐχωλῇς ἀγανῇσιν Λοιβῇ τε κνίσσῃ τε παρατρωπῶσ᾿ ἄνθρωποι, Λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ. Τί δέ μοι ὁλοκαυτώσεων, ὧν μὴ δεῖται ὁ θεός; Καίτοι προσφέρειν δέον ἀναίμακτον θυσίαν καὶ τὴν λογικὴν προσάγειν λατρείαν. Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος. Ἀλλ᾿ οὐδὲ οἱ ἡμῖν ἐπικαλοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς αὐτοὺς οἷς ἴσασι νομίζομεν, σφίσιν αὐτοῖς συμφωνοῦσι περὶ θεῶν. Ἀλλ᾿ Ἀθηναῖοι μὲν Κελεὸν καὶ Μετάνειραν ἵδρυνται θεούς, Λακεδαιμόνιοι δὲ Μενέλεων, καὶ θύουσιν αὐτῷ καὶ ἑορτάζουσιν, Ἰλιεῖς δὲ οὐδὲ τὸ ὄνομα ἀκούοντες Ἕκτορα φέρουσι, Κεῖοι Ἀρισταῖον τὸν αὐτὸν καὶ Δία καὶ Ἀπόλλω νομίζοντες, Θάσιοι Θεαγένην, ὑφ᾿ οὗ καὶ φόνος ὀλυμπιάσιν ἐγένετο, Σάμιοι Λύσανδρον ἐπὶ τοσαύταις σφαγαῖς καὶ τοσούτοις κακοῖς, Ἀλκμὰν καὶ Ἡσίοδος Μήδειαν καὶ Νιόβην Κίλικες, Σικελοὶ Φίλιππον τὸν Βουτακίδου, Ὀνήσιλον Ἀμαθούσιοι, Ἀμίλκαν Καρχηδόνιοι. Ἐπιλείψει μὲ ἡ ἡμέρα τὸ πλῆθος καταλέγοντα. Ὅταν οὖν αὐτοὶ αὐτοῖς διαφωνῶσι περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν, τί ἡμῖν μὴ συμφερομένοις ἐπικαλοῦσι; Τὸ δὲ κατ᾿ Αἰγυπτίους μὴ καὶ γελοῖον ᾖ; Τύπτονται γὰρ ἐν τοῖς ἱεροῖς τὰ στήθη κατὰ τὰς πανηγύρεις ὡς ἐπὶ τετελευτηκόσι καὶ θύουσιν ὡς θεοῖς· καὶ οὐδὲν θαυμαστόν· οἵ γε καὶ τὰ θηρία θεοὺς ἄγουσι καὶ ξυρῶνται ἐπεὶ ἀποθνήσκουσι, καὶ θάπτουσιν ἐν ἱεροῖς καὶ δημοτελεῖς κοπετοὺς ἐγείρουσιν. Ἂν τοίνυν ἡμεῖς, ὅτι μὴ κοινῶς ἐκείνοις θεοσεβοῦμεν, ἀσεβῶμεν, πᾶσαι μὲν πόλεις πάντα δὲ ἔθνη ἀσεβοῦσιν· οὐ γὰρ τοὺς αὐτοὺς πάντες ἄγουσι θεούς.