Plutarchus ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον διαλέγεσθαι 1 p. 776c. καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διάλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων· ὤφελεν, εἶπε, καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν. Stobaeus Florileg. 13, 40 Vol. I p. 462 Hense (13, 22 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὅμοιον ἀψινθίου τὸ δριμὺ καὶ λόγου παῤῥησίαν ἐκκόψαι. Stobaeus Florileg. 13, 57 Vol. I p. 465 Hense (13, 39 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Φήσαντός τινος λίαν μοι ἐπισκώπτεις ἔφη καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρὰ ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά. Plutarchus de recta ratione audiendi 8 p. 42b. οὔτε γὰρ βαλανείου, φησὶν ὁ Ἀρίστων, οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν. Stobaeus Florileg. 79, 44 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Οἱ ἄρτι ἐκ φιλοσοφίας, πάντας ἐλέγχοντες καὶ ἀπὸ τῶν γονέων ἀρχόμενοι, πάσχουσιν ὅπερ καὶ οἱ νεώνητοι κύνες, οἳ οὐ μόνον τοὺς ἄλλους ὑλακτοῦσιν, ἀλλὰ καὶ τοὺς ἔνδον.