<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="377"><p rend="indent"><bibl xml:lang="lat">Porphyrius de animae facultatibus apud Stobaeum ecl. I p. 347, 21 W.</bibl> τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται· καὶ πρότερόν γε ἐπεξελθὼν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικριθείσῃ παρὰ τοῖς διδασκάλοις, Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ’ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς ἢ τελέως ἀσθενὲς καὶ <pb facs="stoicorumveterum01arniuoft_0137"/> ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ⟨ἢ⟩ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="378"><p rend="indent" xml:lang="lat"><bibl>Cicero de nat. deor. I 37.</bibl> cuius (scil. Zenonis) discipuli Aristonis non minus magno in errore sententiast, qui neque formam dei intellegi posse censeat neque in deis sensum esse dicat dubitetque omnino, deus animans necne sit.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="379"><p rend="indent"><bibl xml:lang="lat">Jamblichus de anima apud Stobaeum ecl. II 382, 18 W.</bibl> περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβήτησις, τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἳ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὴν εἰς κοινὴν συνουσίαν· ⟨ὧν⟩ ἄλλοι μὲν οἱ βελτίονες, κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς, ἄλλοι δὲ οἱ χείρονες, τοῖς ἐναντίοις τούτων διαστελλόμενοι· κατὰ δὲ τοὺς Στωϊκοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ’ ᾿Ιερώνυμον· ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ’ ὦν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι <foreign xml:lang="lat">etc.</foreign></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="380"><p rend="indent"><bibl xml:lang="lat">Plutarchus vita Demosthenis 30 (de morte Demosthenis).</bibl> τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="381"><p rend="indent"><bibl xml:lang="lat">Plutarchus vita Demosthenis 10.</bibl> Ἀρίστων δ’ ὁ Χίος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων. ἐρωτηθέντα γάρ, ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· <q>ἄξιος τῆς πόλεως</q>, ὁποῖος δὲ Δημάδης· <q>ὑπὲρ τὴν πόλιν</q>. Ὁ δ’ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν.</p></div></div></body></text></TEI>