<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="338"><p rend="indent"><bibl xml:lang="lat">Strabo I p. 15 (de Eratosthene).</bibl><q>ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι.</q> － － ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν. － － ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν <pb facs="stoicorumveterum01arniuoft_0127"/> ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὦν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="339"><p rend="indent"><bibl xml:lang="lat">Diogenes Laërt. VII 182.</bibl> οὗτος <foreign xml:lang="lat">(scil.Chrysippus)</foreign> ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· <q>εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="340"><p rend="indent"><bibl xml:lang="lat">Diogenes Laërt. VII 18.</bibl> Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως <q>ἀδύνατον, εἰπεῖν (τὸν Ζήνωνα), εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν.</q> ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="341"><p rend="indent"><bibl xml:lang="lat">Athenaeus VII 281c.</bibl> καὶ τῶν Στωϊκῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἧν εἶς τῶν ἀπὸ τῆς Στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε· <q>ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1193.tlg001.1st1K-grc1" n="342"><p rend="indent"><bibl xml:lang="lat">Athenaeus VI 251b.</bibl> Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων <bibl xml:lang="lat">(fr. 64 W.)</bibl> Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος· Ἀντιγόνου τοῦ βασιλέως.</p></div></div></body></text></TEI>